Ancient Greek · ~3 min
Agon 3, lines 3.6-3.10
Aristophanes, Σφῆκες 3.6-10
Not analysed yet
κοὐδείς μʼ ἐφύλαττʼ, ἀλλʼ ἐξῆν μοι
φεύγειν ἀδεῶς. νῦν δὲ ξὺν ὅπλοις
ἄνδρες ὁπλῖται διαταξάμενοι
κατὰ τὰς διόδους σκοπιωροῦνται,
τὼ δὲ δύʼ αὐτῶν ἐπὶ ταῖσι θύραις
ὥσπερ με γαλῆν κρέα κλέψασαν
τηροῦσιν ἔχοντʼ ὀβελίσκους.
ἀλλὰ καὶ νῦν ἐκπόριζε
μηχανὴν ὅπως τάχισθʼ· ἕως
γάρ, ὦ μελίττιον.
διατραγεῖν τοίνυν κράτιστόν ἐστί μοι τὸ δίκτυον.
ἡ δέ μοι Δίκτυννα συγγνώμην ἔχοι τοῦ δικτύου.
ταῦτα μὲν πρὸς ἀνδρός ἐστʼ ἄνοντος ἐς σωτηρίαν.
ἀλλʼ ἔπαγε τὴν γνάθον.
διατέτρωκται τοῦτό γʼ. ἀλλὰ μὴ βοᾶτε μηδαμῶς,
ἀλλὰ τηρώμεσθʼ ὅπως μὴ Βδελυκλέων αἰσθήσεται.
μηδὲν ὦ τᾶν δέδιθι, μηδέν·
ὡς ἐγὼ τοῦτόν γʼ, ἐὰν γρύξῃ
τι, ποιήσω δακεῖν τὴν
καρδίαν καὶ τὸν περὶ ψυχῆς
δρόμον δραμεῖν, ἵνʼ εἰδῇ
μὴ πατεῖν τὰ
τοῖν θεοῖν ψηφίσματα.
ἀλλʼ ἐξάψας διὰ τῆς θυρίδος τὸ καλῴδιον εἶτα καθίμα
δήσας σαυτὸν καὶ τὴν ψυχὴν ἐμπλησάμενος Διοπείθους.