# Σφῆκες 5.7.682-711

Aristophanes, Σφῆκες, Agon 5, lines 5.7.682-5.7.711. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-11/5.7.682

οὐ γὰρ μεγάλη δουλεία ʼστὶν τούτους μὲν ἅπαντας ἐν ἀρχαῖς
αὐτούς τʼ εἶναι καὶ τοὺς κόλακας τοὺς τούτων μισθοφοροῦντας;
σοὶ δʼ ἤν τις δῷ τοὺς τρεῖς ὀβολούς, ἀγαπᾷς· οὓς αὐτὸς ἐλαύνων
καὶ πεζομαχῶν καὶ πολιορκῶν ἐκτήσω πολλὰ πονήτας.
καὶ πρὸς τούτοις ἐπιταττόμενος φοιτᾷς, ὃ μάλιστά μʼ ἀπάγχει,
ὅταν εἰσελθὸν μειράκιόν σοι κατάπυγον, Χαιρέου υἱός,
ὡδὶ διαβὰς διακινηθεὶς τῷ σώματι καὶ τρυφερανθείς,
ἥκειν εἴπῃ πρῲ κἀν ὥρᾳ δικάσονθʼ, ὡς ὅστις ἂν ὑμῶν
ὕστερος ἔλθῃ τοῦ σημείου, τὸ τριώβολον οὐ κομιεῖται·
αὐτὸς δὲ φέρει τὸ συνηγορικὸν δραχμήν, κἂν ὕστερος ἔλθῃ·
καὶ κοινωνῶν τῶν ἀρχόντων ἑτέρῳ τινὶ τῶν μεθʼ ἑαυτοῦ,
ἤν τίς τι διδῷ τῶν φευγόντων, ξυνθέντε τὸ πρᾶγμα δύʼ ὄντε
ἐσπουδάκατον, κᾆθʼ ὡς πρίονθʼ ὁ μὲν ἕλκει ὁ δʼ ἀντενέδωκε·
σὺ δὲ χασκάζεις τὸν κωλακρέτην, τὸ δὲ πραττόμενόν σε λέληθεν.
ταυτί με ποιοῦσʼ; οἴμοι τί λέγεις; ὥς μου τὸν θῖνα ταράττεις,
καὶ τὸν νοῦν μου προσάγεις μᾶλλον, κοὐκ οἶδʼ ὅ τι χρῆμά με ποιεῖς.
σκέψαι τοίνυν ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν
ὑπὸ τῶν ἀεὶ δημιζόντων οὐκ οἶδʼ ὅπῃ ἐγκεκύκλησαι,
ὅστις πόλεων ἄρχων πλείστων ἀπὸ τοῦ Πόντου μέχρι Σαρδοῦς
οὐκ ἀπολαύεις πλὴν τοῦθʼ ὃ φέρεις ἀκαρῆ· καὶ τοῦτʼ ἐρίῳ σοι
ἐνστάζουσιν κατὰ μικρὸν ἀεὶ τοῦ ζῆν ἕνεχʼ ὥσπερ ἔλαιον.
βούλονται γάρ σε πένητʼ εἶναι· καὶ τοῦθʼ ὧν οὕνεκʼ ἐρῶ σοι,
ἵνα γιγνώσκῃς τὸν τιθασευτήν, κᾆθʼ ὅταν οὗτός γʼ ἐπισίξῃ
ἐπὶ τῶν ἐχθρῶν τινʼ ἐπιρρύξας, ἀγρίως αὐτοῖς ἐπιπηδᾷς.
εἰ γὰρ ἐβούλοντο βίον πορίσαι τῷ δήμῳ, ῥᾴδιον ἦν ἄν.
εἰσίν γε πόλεις χίλιαι αἳ νῦν τὸν φόρον ἡμῖν ἀπάγουσι·
τούτων εἴκοσιν ἄνδρας βόσκειν εἴ τις προσέταξεν ἑκάστῃ,
δύο μυριάδʼ ἂν τῶν δημοτικῶν ἔζων ἐν πᾶσι λαγῴοις
καὶ στεφάνοισιν παντοδαποῖσιν καὶ πυριάτῃ,
ἄξια τῆς γῆς ἀπολαύοντες καὶ τοῦ ʼν Μαραθῶνι τροπαίου.

---

Aristophanes, Σφῆκες, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg004.local001/.
