Ancient Greek · ~7 min
Episode 7, lines 7.805-7.847
Aristophanes, Σφῆκες 7.805-847
Not analysed yet
ἰδού, τί ἔτʼ ἐρεῖς; ὡς ἅπαντʼ ἐγὼ φέρω
ὅσαπερ ἔφασκον, κἄτι πολλῷ πλείονα.
ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ
παρά σοι κρεμήσετʼ ἐγγὺς ἐπὶ τοῦ παττάλου.
σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον
ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας.
καὶ πῦρ γε τουτί· καὶ προσέστηκεν φακῆ
ῥοφεῖν, ἐὰν δέῃ τι.
τοῦτʼ αὖ δεξιόν·
κἂν γὰρ πυρέττω, τόν γε μισθὸν λήψομαι.
αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι.
ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμʼ ἐξηνέγκατε;
ἵνα γʼ, ἢν καθεύδῃς ἀπολογουμένου τινός,
ᾄδων ἄνωθεν ἐξεγείρῃ σʼ οὑτοσί.
ἓν ἔτι ποθῶ, τὰ δʼ ἄλλʼ ἀρέσκει μοι.
τὸ τί;
θἠρῷον εἴ πως ἐκκομίσαις τὸ τοῦ Λύκου.
πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί.
ὦ δέσποθʼ ἥρως ὡς χαλεπὸς ἄρʼ ἦσθʼ ἰδεῖν.
οἷόσπερ ἡμῖν φαίνεται Κλεώνυμος.
οὔκουν ἔχει γʼ οὐδʼ αὐτὸς ἥρως ὢν ὅπλα.
εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην
ἐκάλουν.
κάλει νυν, ὡς κάθημαι ʼγὼ πάλαι.
φέρε νυν τίνʼ αὐτῷ πρῶτον εἰσαγάγω δίκην;
τί τίς κακὸν δέδρακε τῶν ἐν τᾠκίᾳ;
ἡ Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν —
ἐπίσχες οὗτος· ὡς ὀλίγου μʼ ἀπώλεσας.
ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν,
ὃ πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο;
μὰ τὸν Δίʼ οὐ πάρεστιν.
ἀλλʼ ἐγὼ δραμὼν
αὐτὸς κομιοῦμαι τό γε παραυτίκʼ ἔνδοθεν.
τί ποτε τὸ χρῆμʼ; ὡς δεινὸν ἡ φιλοχωρία.
βάλλʼ ἐς κόρακας. τοιουτονὶ τρέφειν κύνα.
τί δʼ ἔστιν ἐτεόν;
οὐ γὰρ ὁ Λάβης ἀρτίως
ὁ κύων παρᾴξας ἐς τὸν ἰπνὸν ὑφαρπάσας
τροφαλίδα τυροῦ Σικελικὴν κατεδήδοκεν;
τοῦτʼ ἆρα πρῶτον τἀδίκημα τῷ πατρὶ
εἰσακτέον μοι· σὺ δὲ κατηγόρει παρών.
μὰ Δίʼ οὐκ ἔγωγʼ· ἀλλʼ ἅτερός φησιν κύων
κατηγορήσειν, ἤν τις εἰσάγῃ γραφήν.
ἴθι νυν ἄγʼ αὐτὼ δεῦρο.
ταῦτα χρὴ ποιεῖν.
τουτὶ τί ἔστι;
χοιροκομεῖον Ἑστίας.
εἶθʼ ἱεροσυλήσας φέρεις;
οὔκ, ἀλλʼ ἵνα
ἀφʼ Ἑστίας ἀρχόμενος ἐπιτρίψω τινά.
ἀλλʼ εἴσαγʼ ἀνύσας· ὡς ἐγὼ τιμᾶν βλέπω.