Ancient Greek · ~7 min
Episode 9, lines 9.891-9.934
Aristophanes, Σφῆκες 9.891-934
Not analysed yet
εἴ τις θύρασιν ἡλιαστής, εἰσίτω·
ὡς ἡνίκʼ ἂν λέγωσιν οὐκ ἐσφρήσομεν.
τίς ἆρʼ ὁ φεύγων;
οὗτος.
ὅσον ἁλώσεται.
ἀκούετʼ ἤδη τῆς γραφῆς. ἐγράψατο
κύων Κυδαθηναιεὺς Λάβητʼ Αἰξωνέα
τὸν τυρὸν ἀδικεῖν ὅτι μόνος κατήσθιεν
τὸν Σικελικόν. τίμημα κλῳὸς σύκινος.
θάνατος μὲν οὖν κύνειος, ἢν ἅπαξ ἁλῷ.
καὶ μὴν ὁ φεύγων οὑτοσὶ Λάβης πάρα.
ὦ μιαρὸς οὗτος· ὡς δὲ καὶ κλέπτον βλέπει,
οἷον σεσηρὼς ἐξαπατήσειν μʼ οἴεται.
ποῦ δʼ ἔσθʼ ὁ διώκων, ὁ Κυδαθηναιεὺς κύων;
αὗ αὗ.
πάρεστιν οὗτος.
ἕτερος οὗτος αὖ Λάβης.
ἀγαθός γʼ ὑλακτεῖν καὶ διαλείχειν τὰς χύτρας.
σίγα, κάθιζε· σὺ δʼ ἀναβὰς κατηγόρει.
φέρε νυν ἅμα τήνδʼ ἐγχεάμενος κἀγὼ ῥοφῶ.
τῆς μὲν γραφῆς ἠκούσαθʼ ἣν ἐγραψάμην
ἄνδρες δικασταὶ τουτονί. δεινότατα γὰρ
ἔργων δέδρακε κἀμὲ καὶ τὸ ῥυππαπαῖ.
ἀποδρὰς γὰρ ἐς τὴν γωνίαν τυρὸν πολὺν
κατεσικέλιζε κἀνέπλητʼ ἐν τῷ σκότῳ —
νὴ τὸν Δίʼ ἀλλὰ δῆλός ἐστʼ· ἔμοιγέ τοι
τυροῦ κάκιστον ἀρτίως ἐνήρυγεν
ὁ βδελυρὸς οὗτος.
κοὐ μετέδωκʼ αἰτοῦντί μοι.
καίτοι τίς ὑμᾶς εὖ ποιεῖν δυνήσεται,
ἢν μή τι κἀμοί τις προβάλλῃ τῷ κυνί;
οὐδὲν μετέδωκεν οὐδὲ τῷ κοινῷ γʼ ἐμοί.
θερμὸς γὰρ ἁνὴρ οὐδὲν ἧττον τῆς φακῆς.
πρὸς τῶν θεῶν μὴ προκαταγίγνωσκʼ ὦ πάτερ,
πρὶν ἄν γʼ ἀκούσῃς ἀμφοτέρων.
ἀλλʼ ὦγαθὲ
τὸ πρᾶγμα φανερόν ἐστιν· αὐτὸ γὰρ βοᾷ.
μή νυν ἀφῆτέ γʼ αὐτόν, ὡς ὄντʼ αὖ πολὺ
κυνῶν ἁπάντων ἄνδρα μονοφαγίστατον,
ὅστις περιπλεύσας τὴν θυείαν ἐν κύκλῳ
ἐκ τῶν πόλεων τὸ σκῖρον ἐξεδήδοκεν.
ἐμοὶ δέ γʼ οὐκ ἔστʼ οὐδὲ τὴν ὑδρίαν πλάσαι.
πρὸς ταῦτα τοῦτον κολάσατʼ· οὐ γὰρ ἄν ποτε
τρέφειν δύναιτʼ ἂν μία λόχμη κλέπτα δύο·
ἵνα μὴ κεκλάγγω διὰ κενῆς ἄλλως ἐγώ·
ἐὰν δὲ μή, τὸ λοιπὸν οὐ κεκλάγξομαι.
ἰοὺ ἰού.
ὅσας κατηγόρησε τὰς πανουργίας.
κλέπτον τὸ χρῆμα τἀνδρός· οὐ καὶ σοὶ δοκεῖ
ὦλεκτρυόν; νὴ τὸν Δίʼ ἐπιμύει γέ τοι.