Ancient Greek · ~5 min
Episode 9, lines 9.979-9.1008b
Aristophanes, Σφῆκες 9.979-1008b
Not analysed yet
κατάβα κατάβα κατάβα κατάβα.
καταβήσομαι.
καίτοι τὸ κατάβα τοῦτο πολλοὺς δὴ πάνυ
ἐξηπάτηκεν. ἀτὰρ ὅμως καταβήσομαι.
ἐς κόρακας. ὡς οὐκ ἀγαθόν ἐστι τὸ ῥοφεῖν.
ἐγὼ γὰρ ἀπεδάκρυσα νῦν γνώμην ἐμὴν
οὐδέν ποτʼ ἀλλʼ ἢ τῆς φακῆς ἐμπλήμενος.
οὔκουν ἀποφεύγει δῆτα;
χαλεπὸν εἰδέναι.
ἴθʼ ὦ πατρίδιον ἐπὶ τὰ βελτίω τρέπου.
τηνδὶ λαβὼν τὴν ψῆφον ἐπὶ τὸν ὕστερον
μύσας παρᾷξον κἀπόλυσον ὦ πάτερ.
οὐ δῆτα· κιθαρίζειν γὰρ οὐκ ἐπίσταμαι.
φέρε νύν σε τῃδὶ τὴν ταχίστην περιάγω.
ὅδʼ ἔσθʼ ὁ πρότερος;
οὗτος·
αὕτη ʼνταῦθʼ ἔνι.
ἐξηπάτηται κἀπολέλυκεν οὐχ ἑκών.
φέρʼ ἐξεράσω.
πῶς ἄρʼ ἠγωνίσμεθα;
δείξειν ἔοικεν. ἐκπέφευγας ὦ Λάβης.
πάτερ πάτερ τί πέπονθας; οἴμοι· ποῦ ʼσθʼ ὕδωρ;
ἔπαιρε σαυτόν.
εἰπέ νυν ἐκεῖνό μοι,
ὄντως ἀπέφυγε;
νὴ Δίʼ·
οὐδέν εἰμʼ ἄρα.
μὴ φροντίσῃς ὦ δαιμόνιʼ· ἀλλʼ ἀνίστασο.
πῶς οὖν ἐμαυτῷ τοῦτʼ ἐγὼ ξυνείσομαι,
φεύγοντʼ ἀπολύσας ἄνδρα; τί ποτε πείσομαι;
ἀλλʼ ὦ πολυτίμητοι θεοὶ ξύγγνωτέ μοι·
ἄκων γὰρ αὔτʼ ἔδρασα κοὐ τοὐμοῦ τρόπου.
καὶ μηδὲν ἀγανάκτει γʼ. ἐγὼ γάρ σʼ ὦ πάτερ
θρέψω καλῶς, ἄγων μετʼ ἐμαυτοῦ πανταχοῖ,
ἐπὶ δεῖπνον, ἐς ξυμπόσιον, ἐπὶ θεωρίαν,
ὥσθʼ ἡδέως διάγειν σε τὸν λοιπὸν χρόνον·
κοὐκ ἐγχανεῖταί σʼ ἐξαπατῶν Ὑπέρβολος.
ἀλλʼ εἰσίωμεν.
ταῦτά νυν, εἴπερ δοκεῖ.