Ancient Greek
Prologue 1, lines 1.1-1.41
Aristophanes, Ὄρνιθες 1.1-41
Not analysed yet
ὀρθὴν κελεύεις, ᾗ τὸ δένδρον φαίνεται;
διαρραγείης· ἥδε δʼ αὖ κρώζει πάλιν.
τί ὦ πόνηρʼ ἄνω κάτω πλανύττομεν;
ἀπολούμεθʼ ἄλλως τὴν ὁδὸν προφορουμένω.
τὸ δʼ ἐμὲ κορώνῃ πειθόμενον τὸν ἄθλιον
ὁδοῦ περιελθεῖν στάδια πλεῖν ἢ χίλια.
τὸ δʼ ἐμὲ κολοιῷ πειθόμενον τὸν δύσμορον
ἀποσποδῆσαι τοὺς ὄνυχας τῶν δακτύλων.
ἀλλʼ οὐδʼ ὅπου γῆς ἐσμὲν οἶδʼ ἔγωγʼ ἔτι.
ἐντευθενὶ τὴν πατρίδʼ ἂν ἐξεύροις σύ που;
οὐδʼ ἂν μὰ Δία γʼ ἐντεῦθεν Ἐξηκεστίδης.
οἴμοι.
σὺ μὲν ὦ τᾶν τὴν ὁδὸν ταύτην ἴθι.
ἦ δεινὰ νὼ δέδρακεν οὑκ τῶν ὀρνέων,
ὁ πινακοπώλης φιλοκράτης μελαγχολῶν,
ὃς τώδʼ ἔφασκε νῷν φράσειν τὸν Τηρέα
τὸν ἔποφʼ ὃς ὄρνις ἐγένετʼ ἐκ τῶν ὀρνέων·
κἀπέδοτο τὸν μὲν Θαρρελείδου τουτονὶ
κολοιὸν ὀβολοῦ, τηνδεδὶ τριωβόλου.
τὼ δʼ οὐκ ἄρʼ ᾔστην οὐδὲν ἄλλο πλὴν δάκνειν.
καὶ νῦν τί κέχηνας; ἔσθʼ ὅποι κατὰ τῶν πετρῶν
ἡμᾶς ἔτʼ ἔξεις. οὐ γάρ ἐστʼ ἐνταῦθά τις
ὁδός.
οὐδὲ μὰ Δίʼ ἐνταῦθά γʼ ἀτραπὸς οὐδαμοῦ.
οὐδʼ ἡ κορώνη τῆς ὁδοῦ τι λέγει πέρι;
οὐ ταὐτὰ κρώζει μὰ Δία νῦν τε καὶ τότε.
τί δὴ λέγει περὶ τῆς ὁδοῦ;
τί δʼ ἄλλο γʼ ἢ
βρύκουσʼ ἀπέδεσθαί φησί μου τοὺς δακτύλους;
οὐ δεινὸν οὖν δῆτʼ ἐστὶν ἡμᾶς δεομένους
ἐς κόρακας ἐλθεῖν καὶ παρεσκευασμένους
ἔπειτα μὴ ʼξευρεῖν δύνασθαι τὴν ὁδόν;
ἡμεῖς γάρ, ὦνδρες οἱ παρόντες ἐν λόγῳ,
νόσον νοσοῦμεν τὴν ἐναντίαν Σάκᾳ·
ὁ μὲν γὰρ ὢν οὐκ ἀστὸς ἐσβιάζεται,
ἡμεῖς δὲ φυλῇ καὶ γένει τιμώμενοι,
ἀστοὶ μετʼ ἀστῶν, οὐ σοβοῦντος οὐδενὸς
ἀνεπτόμεσθʼ ἐκ τῆς πατρίδος ἀμφοῖν ποδοῖν,
αὐτὴν μὲν οὐ μισοῦντʼ ἐκείνην τὴν πόλιν
τὸ μὴ οὐ μεγάλην εἶναι φύσει κεὐδαίμονα
καὶ πᾶσι κοινὴν ἐναποτεῖσαι χρήματα.
οἱ μὲν γὰρ οὖν τέττιγες ἕνα μῆνʼ ἢ δύο
ἐπὶ τῶν κραδῶν ᾄδουσʼ, Ἀθηναῖοι δʼ ἀεὶ
ἐπὶ τῶν δικῶν ᾄδουσι πάντα τὸν βίον.