# Ὄρνιθες 1.42-83

Aristophanes, Ὄρνιθες, Prologue 1, lines 1.42-1.83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-2/1.42

διὰ ταῦτα τόνδε τὸν βάδον βαδίζομεν,
κανοῦν δʼ ἔχοντε καὶ χύτραν καὶ μυρρίνας
πλανώμεθα ζητοῦντε τόπον ἀπράγμονα,
ὅποι καθιδρυθέντε διαγενοίμεθʼ ἄν.
ὁ δὲ στόλος νῷν ἐστι παρὰ τὸν Τηρέα
τὸν ἔποπα, παρʼ ἐκείνου πυθέσθαι δεομἐνω,
εἴ που τοιαύτην εἶδε πόλιν ᾗ ʼπέπτετο.
οὗτος.
τί ἔστιν;
ἡ κορώνη μοι πάλαι
ἄνω τι φράζει.
χὠ κολοιὸς οὑτοσὶ
ἄνω κέχηνεν ὡσπερεὶ δεικνύς τί μοι,
κοὐκ ἔσθʼ ὅπως οὐκ ἔστιν ἐνταῦθʼ ὄρνεα.
εἰσόμεθα δʼ αὐτίκʼ, ἢν ποιήσωμεν ψόφον.
ἀλλʼ οἶσθʼ ὃ δρᾶσον; τῷ σκέλει θένε τὴν πέτραν.
σὺ δὲ τῇ κεφαλῇ γʼ, ἵνʼ ᾖ διπλάσιος ὁ ψόφος.
σὺ δʼ οὖν λίθῳ κόψον λαβών.
πάνυ γʼ, εἰ δοκεῖ.
παῖ παῖ.
τί λέγεις οὗτος; τὸν ἔποπα παῖ καλεῖς;
οὐκ ἀντὶ τοῦ παιδός σʼ ἐχρῆν ἐποποῖ καλεῖν;
ἐποποῖ. ποιήσεις ἔτι με κόπτειν αὖθις αὖ.
ἐποποῖ.
τίνες οὗτοι; τίς ὁ βοῶν τὸν δεσπότην;
Ἄπολλον ἀποτρόπαιε τοῦ χασμήματος.
οἴμοι τάλας ὀρνιθοθήρα τουτωί.
οὕτως τι δεινὸν οὐδὲ κάλλιον λέγειν.
ἀπολεῖσθον.
ἀλλʼ οὐκ ἐσμὲν ἀνθρώπω.
τί δαί;
Ὑποδεδιὼς ἔγωγε Λιβυκὸν ὄρνεον.
οὐδὲν λέγεις.
καὶ μὴν ἐροῦ τὰ πρὸς ποδῶν.
ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; οὐκ ἐρεῖς;
Ἐπικεχοδὼς ἔγωγε Φασιανικός.
ἀτὰρ σὺ τί θηρίον ποτʼ εἶ πρὸς τῶν θεῶν;
ὄρνις ἔγωγε δοῦλος.
ἡττήθης τινὸς
ἀλεκτρυόνος;
οὐκ ἀλλʼ ὅτε περ ὁ δεσπότης
ἔποψ ἐγένετο, τότε γενέσθαι μʼ ηὔξατο
ὄρνιν, ἵνʼ ἀκόλουθον διάκονόν τʼ ἔχῃ.
δεῖται γὰρ ὄρνις καὶ διακόνου τινός;
οὗτός γʼ, ἅτʼ οἶμαι πρότερον ἄνθρωπός ποτʼ ὤν,
τοτὲ μὲν ἐρᾷ φαγεῖν ἀφύας Φαληρικάς·
τρέχω ʼπʼ ἀφύας λαβὼν ἐγὼ τὸ τρύβλιον.
ἔτνους δʼ ἐπιθυμεῖ, δεῖ τορύνης καὶ χύτρας·
τρέχω ʼπὶ τορύνην.
τροχίλος ὄρνις οὑτοσί.
οἶσθʼ οὖν ὃ δρᾶσον ὦ τροχίλε; τὸν δεσπότην
ἡμῖν κάλεσον.
ἀλλʼ ἀρτίως νὴ τὸν Δία
εὕδει καταφαγὼν μύρτα καὶ σέρφους τινάς.
ὅμως ἐπέγειρον αὐτόν.

---

Aristophanes, Ὄρνιθες, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg006.local001/.
