# Ὄρνιθες 10.1

Aristophanes, Ὄρνιθες, Lyric-Scene 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-2/10.1

ὁμορροθῶ, συνθέλω,
συμπαραινέσας ἔχω
προσόδια μεγάλα σεμνὰ προσιέναι θεοῖσιν,
ἅμα δὲ προσέτι χάριτος ἕνεκα προβάτιόν τι θύειν.
ἴτω ἴτω δὲ Πυθιὰς βοὰ θεῷ,
συνᾳδέτω δὲ Χαῖρις ᾠδάν.
παῦσαι σὺ φυσῶν. Ἡράκλεις τουτὶ τί ἦν;
τουτὶ μὰ Δίʼ ἐγὼ πολλὰ δὴ καὶ δείνʼ ἰδὼν
οὔπω κόρακʼ εἶδον ἐμπεφορβειωμένον.
ἱερεῦ σὸν ἔργον, θῦε τοῖς καινοῖς θεοῖς.
δράσω τάδʼ. ἀλλὰ ποῦ ʼστιν ὁ τὸ κανοῦν ἔχων;
εὔχεσθε τῇ Ἑστίᾳ τῇ ὀρνιθείῳ καὶ τῷ ἰκτίνῳ τῷ ἑστιούχῳ καὶ ὄρνισιν Ὀλυμπίοις καὶ Ὀλυμπίῃσι πᾶσι καὶ πάσῃσιν —
ὦ Σουνιέρακε χαῖρʼ ἄναξ Πελαργικέ.
καὶ κύκνῳ Πυθίῳ καὶ Δηλίῳ καὶ Λητοῖ Ὀρτυγομήτρᾳ καὶ Ἀρτέμιδι Ἀκαλανθίδι —
οὐκέτι Κολαινὶς ἀλλʼ Ἀκαλανθὶς Ἄρτεμις.
καὶ φρυγίλῳ Σαβαζίῳ καὶ στρούθῳ μεγάλῃ μητρὶ θεῶν καὶ ἀνθρώπων —
δέσποινα Κυβέλη, στροῦθε, μῆτερ Κλεοκρίτου.
διδόναι Νεφελοκοκκυγιεῦσιν ὑγιείαν καὶ σωτηρίαν αὐτοῖσι καὶ Χίοισι —
Χίοισιν ἥσθην πανταχοῦ προσκειμένοις.
καὶ ἥρωσιν ὄρνισι καὶ ἡρώων παισί, πορφυρίωνι καὶ
πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ ταὧνι
καὶ ἐλεᾷ καὶ βασκᾷ καὶ ἐλασᾷ καὶ ἐρωδιῷ καὶ καταρράκτῃ
καὶ μελαγκορύφῳ καὶ αἰγιθάλλῳ —
παῦʼ ἐς κόρακας, παῦσαι καλῶν. ἰοὺ ἰού,
ἐπὶ ποῖον ὦ κακόδαιμον ἱερεῖον καλεῖς
ἁλιαιέτους καὶ γῦπας; οὐχ ὁρᾷς ὅτι
ἰκτῖνος εἷς ἂν τοῦτό γʼ οἴχοιθʼ ἁρπάσας;
ἄπελθʼ ἀφʼ ἡμῶν καὶ σὺ καὶ τὰ στέμματα·
ἐγὼ γὰρ αὐτὸς τουτογὶ θύσω μόνος.

---

Aristophanes, Ὄρνιθες, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg006.local001/.
