# Ὄρνιθες 10.3

Aristophanes, Ὄρνιθες, Lyric-Scene 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-2/10.3

Νεφελοκοκκυγίαν τὰν εὐδαίμονα
κλῇσον ὦ Μοῦσα τεαῖς ἐν ὓμνων ἀοιδαῖς.
τουτὶ τὸ πρᾶγμα ποδαπόν; εἰπέ μοι τίς εἶ;
ἐγὼ μελιγλώσσων ἐπέων ἱεὶς ἀοιδὰν
Μουσάων θεράπων ὀτρηρός,
κατὰ τὸν Ὅμηρον.
ἔπειτα δῆτα δοῦλος ὢν κόμην ἔχεις;
οὔκ, ἀλλὰ πάντες ἐσμὲν οἱ διδάσκαλοι
Μουσάων θεράποντες ὀτρηροί,
κατὰ τὸν Ὅμηρον.
οὐκ ἐτὸς ὀτρηρὸν καὶ τὸ ληδάριον ἔχεις.
ἀτὰρ ὦ ποιητὰ κατὰ τί δεῦρʼ ἀνεφθάρης;
μέλη πεποίηκʼ ἐς τὰς Νεφελοκοκκυγίας
τὰς ὑμετέρας κύκλιά τε πολλὰ καὶ καλὰ
καὶ παρθένεια καὶ κατὰ τὰ Σιμωνίδου.
ταυτὶ σὺ πότʼ ἐποίησας; ἀπὸ ποίου χρόνου;
πάλαι πάλαι δὴ τήνδʼ ἐγὼ κλῄζω πόλιν.
οὐκ ἄρτι θύω τὴν δεκάτην ταύτης ἐγώ,
καὶ τοὔνομʼ ὥσπερ παιδίῳ νῦν δὴ ʼθέμην;
ἀλλά τις ὠκεῖα Μουσάων φάτις
οἷάπερ ἵππων ἀμαρυγά.
σὺ δὲ πάτερ κτίστορ Αἴτνας,
ζαθέων ἱερῶν ὁμώνυμε,
δὸς ἐμὶν ὅ τι περ
τεᾷ κεφαλᾷ θέλῃς
πρόφρων δόμεν ἐμὶν τείν.
τουτὶ παρέξει τὸ κακὸν ἡμῖν πράγματα,
εἰ μή τι τούτῳ δόντες ἀποφευξούμεθα.
οὗτος, σὺ μέντοι σπολάδα καὶ χιτῶνʼ ἔχεις,
ἀπόδυθι καὶ δὸς τῷ ποιητῇ τῷ σοφῷ.
ἔχε τὴν σπολάδα· πάντως δέ μοι ῥιγῶν δοκεῖς.
τόδε μὲν οὐκ ἀέκουσα φίλα
Μοῦσα δῶρον δέχεται·
τὺ δὲ τεᾷ φρενὶ μάθε Πινδάρειον ἔπος —
ἅνθρωπος ἡμῶν οὐκ ἀπαλλαχθήσεται.
νομάδεσσι γὰρ ἐν Σκύθαις
ἀλᾶται Στράτων,
ὃς ὑφαντοδόνατον ἔσθος οὐ πέπαται·
ἀκλεὴς δʼ ἔβα σπολὰς ἄνευ χιτῶνος.
ξύνες ὅ τοι λέγω.

---

Aristophanes, Ὄρνιθες, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg006.local001/.
