# Ὄρνιθες 14.3

Aristophanes, Ὄρνιθες, Episode 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-2/14.3

ὄρνιθες τίνες οὐδὲν ἔχοντες πτεροποίκιλοι,
τανυσίπτερε ποικίλα χελιδοῖ;
τουτὶ τὸ κακὸν οὐ φαῦλον ἐξεγρήγορεν.
ὅδʼ αὖ μινυρίζων δεῦρό τις προσέρχεται.
τανυσίπτερε ποικίλα μάλʼ αὖθις.
ἐς θοἰμάτιον τὸ σκόλιον ᾄδειν μοι δοκεῖ,
δεῖσθαι δʼ ἔοικεν οὐκ ὀλίγων χελιδόνων.
τίς ὁ πτερῶν δεῦρʼ ἐστὶ τοὺς ἀφικνουμένους;
ὁδὶ πάρεστιν· ἀλλʼ ὅτου δεῖ χρὴ λέγειν.
πτερῶν πτερῶν δεῖ· μὴ πύθῃ τὸ δεύτερον.
μῶν εὐθὺ Πελλήνης πέτεσθαι διανοεῖ;
μὰ Δίʼ ἀλλὰ κλητήρ εἰμι νησιωτικὸς
καὶ συκοφάντης —
ὦ μακάριε τῆς τέχνης.
καὶ πραγματοδίφης. εἶτα δέομαι πτερὰ λαβὼν
κύκλῳ περισοβεῖν τὰς πόλεις καλούμενος.
ὑπὸ πτερύγων τι προσκαλεῖ σοφώτερον;
μὰ Δίʼ ἀλλʼ ἵνʼ οἱ λῃσταί τε μὴ λυπῶσί με,
μετὰ τῶν γεράνων τʼ ἐκεῖθεν ἀναχωρῶ πάλιν,
ἀνθʼ ἕρματος πολλὰς καταπεπωκὼς δίκας.
τουτὶ γὰρ ἐργάζει σὺ τοὔργον; εἰπέ μοι,
νεανίας ὢν συκοφαντεῖς τοὺς ξένους;
τί γὰρ πάθω; σκάπτειν γὰρ οὐκ ἐπίσταμαι.
ἀλλʼ ἔστιν ἕτερα νὴ Δίʼ ἔργα σώφρονα,
ἀφʼ ὧν διαζῆν ἄνδρα χρῆν τοσουτονὶ
ἐκ τοῦ δικαίου μᾶλλον ἢ δικορραφεῖν.
ὦ δαιμόνιε μὴ νουθέτει μʼ ἀλλὰ πτέρου.
νῦν τοι λέγων πτερῶ σε.
καὶ πῶς ἂν λόγοις
ἄνδρα πτερώσειας σύ;
πάντες τοῖς λόγοις
ἀναπτεροῦνται.
πάντες;
οὐκ ἀκήκοας,
ὅταν λέγωσιν οἱ πατέρες ἑκάστοτε
τοῖς μειρακίοις ἐν τοῖσι κουρείοις ταδί;
δεινῶς γέ μου τὸ μειράκιον Διειτρέφης
λέγων ἀνεπτέρωκεν ὥσθʼ ἱππηλατεῖν.
ὁ δέ τις τὸν αὑτοῦ φησιν ἐπὶ τραγῳδίᾳ
ἀνεπτερῶσθαι καὶ πεποτῆσθαι τὰς φρένας.
λόγοισί τἄρα καὶ πτεροῦνται;
φήμʼ ἐγώ.
ὑπὸ γὰρ λόγων ὁ νοῦς τε μετεωρίζεται
ἐπαίρεταί τʼ ἄνθρωπος. οὕτω καί σʼ ἐγὼ
ἀναπτερώσας βούλομαι χρηστοῖς λόγοις
τρέψαι πρὸς ἔργον νόμιμον.
ἀλλʼ οὐ βούλομαι.
τί δαὶ ποιήσεις;
τὸ γένος οὐ καταισχυνῶ.
παππῷος ὁ βίος συκοφαντεῖν ἐστί μοι.
ἀλλὰ πτέρου με ταχέσι καὶ κούφοις πτεροῖς
ἱέρακος ἢ κερχνῇδος, ὡς ἂν τοὺς ξένους
καλεσάμενος κᾆτʼ ἐγκεκληκὼς ἐνθαδὶ
κατʼ αὖ πέτωμαι πάλιν ἐκεῖσε.
μανθάνω.
ὡδὶ λέγεις· ὅπως ἂν ὠφλήκῃ δίκην
ἐνθάδε πρὶν ἥκειν ὁ ξένος.
πάνυ μανθάνεις.
κἄπειθʼ ὁ μὲν πλεῖ δεῦρο, σὺ δʼ ἐκεῖσʼ αὖ πέτει
ἁρπασόμενος τὰ χρήματʼ αὐτοῦ.
πάντʼ ἔχεις.
βέμβικος οὐδὲν διαφέρειν δεῖ.
μανθάνω
βέμβικα· καὶ μὴν ἔστι μοι νὴ τὸν Δία
κάλλιστα Κορκυραῖα τοιαυτὶ πτερά.
οἴμοι τάλας μάστιγʼ ἔχεις.
πτερὼ μὲν οὖν,
οἷσί σε ποιήσω τήμερον βεμβικιᾶν.
οἴμοι τάλας.
οὐ πτερυγιεῖς ἐντευθενί;
οὐκ ἀπολιβάξεις ὦ κάκιστʼ ἀπολούμενος;
πικρὰν τάχʼ ὄψει στρεψοδικοπανουργίαν.
ἀπίωμεν ἡμεῖς ξυλλαβόντες τὰ πτερά.

---

Aristophanes, Ὄρνιθες, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg006.local001/.
