# Ὄρνιθες 15.1-2

Aristophanes, Ὄρνιθες, Lyric-Scene 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-2/15.1-2

ἔστι δʼ αὗ χώρα πρὸς αὐτῷ
τῷ σκότῳ πόρρω τις ἐν
τῇ λύχνων ἐρημίᾳ,
ἔνθα τοῖς ἥρωσιν ἄνθρωποι
ξυναριστῶσι καὶ ξύν-
εισι πλὴν τῆς ἑσπέρας.
τηνικαῦτα δʼ οὐκέτʼ ἦν
ἀσφαλὲς ξυντυγχάνειν.
εἰ γὰρ ἐντύχοι τις ἥρῳ
τῶν βροτῶν νύκτωρ Ὀρέστῃ,
γυμνὸς ἦν πληγεὶς ὑπʼ αὐτοῦ
πάντα τἀπιδέξια.
οἴμοι τάλας, ὁ Ζεὺς ὅπως μή μʼ ὄψεται.
ποῦ Πισθέταιρός ἐστʼ;
ἔα τουτὶ τί ἦν;
τίς ὁ συγκαλυμμός;
τῶν θεῶν ὁρᾷς τινα
ἐμοῦ κατόπιν ἐνταῦθα;
μὰ Δίʼ ἐγὼ μὲν οὔ.
τίς δʼ εἶ σύ;
πηνίκʼ ἐστὶν ἄρα τῆς ἡμέρας;
ὁπηνίκα; σμικρόν τι μετὰ μεσημβρίαν.
ἀλλὰ σὺ τίς εἶ;
βουλυτὸς ἢ περαιτέρω;
οἴμʼ ὡς βδελύττομαί σε.
τί γὰρ ὁ Ζεὺς ποιεῖ;
ἀπαιθριάζει τὰς νεφέλας ἢ ξυννέφει;
οἴμωζε μεγάλʼ.
οὕτω μὲν ἐκκεκαλύψομαι.
ὦ φίλε Προμηθεῦ.
παῦε παῦε, μὴ βόα.
τί γὰρ ἔστι;
σίγα, μὴ κάλει μου τοὔνομα·
ἀπὸ γάρ μʼ ὀλεῖς, εἴ μʼ ἐνθάδʼ ὁ Ζεὺς ὄψεται.
ἀλλʼ ἵνα φράσω σοι πάντα τἄνω πράγματα,
τουτὶ λαβών μου τὸ σκιάδειον ὑπέρεχε
ἄνωθεν, ὡς ἂν μή μʼ ὁρῶσιν οἱ θεοί.
ἰοὺ ἰού·
εὖ γʼ ἐπενόησας αὐτὸ καὶ προμηθικῶς.
ὑπόδυθι ταχὺ δὴ κᾆτα θαρρήσας λέγε.
ἄκουε δή νυν.
ὡς ἀκούοντος λέγε.
ἀπόλωλεν ὁ Ζεύς.
πηνίκʼ ἄττʼ ἀπώλετο;
ἐξ οὗπερ ὑμεῖς ᾠκίσατε τὸν ἀέρα.
θύει γὰρ οὐδεὶς οὐδὲν ἀνθρώπων ἔτι
θεοῖσιν, οὐδὲ κνῖσα μηρίων ἄπο
ἀνῆλθεν ὡς ἡμᾶς ἀπʼ ἐκείνου τοῦ χρόνου,
ἀλλʼ ὡσπερεὶ Θεσμοφορίοις νηστεύομεν
ἄνευ θυηλῶν· οἱ δὲ βάρβαροι θεοὶ
πεινῶντες ὥσπερ Ἰλλυριοὶ κεκριγότες
ἐπιστρατεύσειν φάσʼ ἄνωθεν τῷ Διί,
εἰ μὴ παρέξει τἀμπόριʼ ἀνεῳγμένα,
ἵνʼ εἰσάγοιτο σπλάγχνα κατατετμημένα.
εἰσὶν γὰρ ἕτεροι βάρβαροι θεοί τινες
ἄνωθεν ὑμῶν;
οὐ γάρ εἰσι βάρβαροι,
ὅθεν ὁ πατρῷός ἐστιν Ἐξηκεστίδῃ;
ὄνομα δὲ τούτοις τοῖς θεοῖς τοῖς βαρβάροις
τί ἔστιν;
ὅ τι ἔστιν; Τριβαλλοί.
μανθάνω.
ἐντεῦθεν ἆρα τοὐπιτριβείης ἐγένετο;
μάλιστα πάντων. ἓν δέ σοι λέγω σαφές·
ἥξουσι πρέσβεις δεῦρο περὶ διαλλαγῶν
παρὰ τοῦ Διὸς καὶ τῶν Τριβαλλῶν τῶν ἄνω·
ὑμεῖς δὲ μὴ σπένδεσθʼ, ἐὰν μὴ παραδιδῷ
τὸ σκῆπτρον ὁ Ζεὺς τοῖσιν ὄρνισιν πάλιν,
καὶ τὴν Βασίλειάν σοι γυναῖκʼ ἔχειν διδῷ.
τίς ἐστιν ἡ Βασίλεια;
καλλίστη κόρη,
ἥπερ ταμιεύει τὸν κεραυνὸν τοῦ Διὸς
καὶ τἄλλʼ ἁπαξάπαντα, τὴν εὐβουλίαν
τὴν εὐνομίαν τὴν σωφροσύνην τὰ νεώρια,
τὴν λοιδορίαν τὸν κωλακρέτην τὰ τριώβολα.
ἅπαντά γʼ ἆρʼ αὐτῷ ταμιεύει;
φήμʼ ἐγώ.
ἥν γʼ ἢν σὺ παρʼ ἐκείνου παραλάβῃς, πάντʼ ἔχεις.
τούτων ἕνεκα δεῦρʼ ἦλθον, ἵνα φράσαιμί σοι.
ἀεί ποτʼ ἀνθρώποις γὰρ εὔνους εἴμʼ ἐγώ.
μόνον θεῶν γὰρ διὰ σʼ ἀπανθρακίζομεν.
μισῶ δʼ ἅπαντας τοὺς θεούς, ὡς οἶσθα σύ.
νὴ τὸν Δίʼ ἀεὶ δῆτα θεομισὴς ἔφυς.
Τίμων καθαρός. ἀλλʼ ὡς ἂν ἀποτρέχω πάλιν,
φέρε τὸ σκιάδειον, ἵνα με κἂν ὁ Ζεὺς ἴδῃ
ἄνωθεν, ἀκολουθεῖν δοκῶ κανηφόρῳ.
καὶ τὸν δίφρον γε διφροφόρει τονδὶ λαβών.

---

Aristophanes, Ὄρνιθες, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg006.local001/.
