Ancient Greek
Lyric-Scene 15, lines 15.1.1553-15.1.1602
Aristophanes, Ὄρνιθες 15.1.1553-1602
Not analysed yet
πρὸς δὲ τοῖς Σκιάποσιν λίμνη
τις ἔστʼ ἄλουτος οὗ
ψυχαγωγεῖ Σωκράτης·
ἔνθα καὶ Πείσανδρος ἦλθε
δεόμενος ψυχὴν ἰδεῖν ἣ
ζῶντʼ ἐκεῖνον προὔλιπε,
σφάγιʼ ἔχων κάμηλον ἀμνόν
τινʼ, ἧς λαιμοὺς τεμὼν ὥσπερ
ποθʼ οὑδυσσεὺς ἀπῆλθε,
κᾆτʼ ἀνῆλθʼ αὐτῷ κάτωθεν
πρὸς τὸ λαῖτμα τῆς καμήλου
Χαιρεφῶν ἡ νυκτερίς.
τὸ μὲν πόλισμα τῆς Νεφελοκοκκυγίας
ὁρᾶν τοδὶ πάρεστιν, οἷ πρεσβεύομεν.
οὗτος τί δρᾷς; ἐπʼ ἀριστέρʼ οὕτως ἀμπέχει;
οὐ μεταβαλεῖς θοἰμάτιον ὧδʼ ἐπιδέξια;
τί ὦ κακόδαιμον; Λαισποδίας εἶ τὴν φύσιν;
ὦ δημοκρατία ποῖ προβιβᾷς ἡμᾶς ποτε,
εἰ τουτονί γʼ ἐχειροτόνησαν οἱ θεοί;
ἕξεις ἀτρέμας;
οἴμωζε· πολὺ γὰρ δή σʼ ἐγὼ
ἑόρακα πάντων βαρβαρώτατον θεῶν.
ἄγε δὴ τί δρῶμεν Ἡράκλεις;
ἀκήκοας
ἐμοῦ γʼ ὅτι τὸν ἄνθρωπον ἄγχειν βούλομαι,
ὅστις ποτʼ ἔσθʼ ὁ τοὺς θεοὺς ἀποτειχίσας.
ἀλλʼ ὦγάθʼ ᾑρήμεσθα περὶ διαλλαγῶν
πρέσβεις.
διπλασίως μᾶλλον ἄγχειν μοι δοκεῖ.
τὴν τυρόκνηστίν τις δότω· φέρε σίλφιον·
τυρὸν φερέτω τις· πυρπόλει τοὺς ἄνθρακας.
τὸν ἄνδρα χαίρειν οἱ θεοὶ κελεύομεν
τρεῖς ὄντες ἡμεῖς.
ἀλλʼ ἐπικνῶ τὸ σίλφιον.
τὰ δὲ κρέα τοῦ ταῦτʼ ἐστίν;
ὄρνιθές τινες
ἐπανιστάμενοι τοῖς δημοτικοῖσιν ὀρνέοις
ἔδοξαν ἀδικεῖν.
εἶτα δῆτα σίλφιον
εἴπικνῇς πρότερον αὐτοῖσιν;
ὦ χαῖρʼ Ἡράκλεις.
τί ἔστι;
πρεσβεύοντες ἡμεῖς ἥκομεν
παρὰ τῶν θεῶν περὶ πολέμου καταλλαγῆς.
ἔλαιον οὐκ ἔνεστιν ἐν τῇ ληκύθῳ.
καὶ μὴν τά γʼ ὀρνίθεια λιπάρʼ εἶναι πρέπει.
ἡμεῖς τε γὰρ πολεμοῦντες οὐ κερδαίνομεν,
ὑμεῖς τʼ ἂν ἡμῖν τοῖς θεοῖς ὄντες φίλοι
ὄμβριον ὕδωρ ἂν εἴχετʼ ἐν τοῖς τέλμασιν,
ἀλκυονίδας τʼ ἂν ἤγεθʼ ἡμέρας ἀεί.
τούτων περὶ πάντων αὐτοκράτορες ἥκομεν.
ἀλλʼ οὔτε πρότερον πώποθʼ ἡμεῖς ἤρξαμεν
πολέμου πρὸς ὑμᾶς, νῦν τʼ ἐθέλομεν, εἰ δοκεῖ,
ἐάν τι δίκαιον ἀλλὰ νῦν ἐθέλητε δρᾶν,
σπονδὰς ποιεῖσθαι. τὰ δὲ δίκαιʼ ἐστὶν ταδί,
τὸ σκῆπτρον ἡμῖν τοῖσιν ὄρνισιν πάλιν
τὸν Δίʼ ἀποδοῦναι· κἂν διαλλαττώμεθα
ἐπὶ τοῖσδε, τοὺς πρέσβεις ἐπʼ ἄριστον καλῶ.