# Ὄρνιθες 15.1.1648-1691

Aristophanes, Ὄρνιθες, Lyric-Scene 15, lines 15.1.1648-15.1.1691. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-2/15.1.1648

διαβάλλεταί σʼ ὁ θεῖος ὦ πόνηρε σύ.
τῶν γὰρ πατρῴων οὐδʼ ἀκαρῆ μέτεστί σοι
κατὰ τοὺς νόμους· νόθος γὰρ εἶ κοὐ γνήσιος.
ἐγὼ νόθος; τί λέγεις;
σὺ μέντοι νὴ Δία
ὤν γε ξένης γυναικός. ἢ πῶς ἄν ποτε
ἐπίκληρον εἶναι τὴν Ἀθηναίαν δοκεῖς,
οὖσαν θυγατέρʼ, ὄντων ἀδελφῶν γνησίων;
τί δʼ ἢν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα
νοθεἶ ἀποθνῄσκων;
ὁ νόμος αὐτὸν οὐκ ἐᾷ.
οὗτος ὁ Ποσειδῶν πρῶτος, ὃς ἐπαίρει σε νῦν,
ἀνθέξεταί σου τῶν πατρῴων χρημάτων
φάσκων ἀδελφὸς αὐτὸς εἶναι γνήσιος.
ἐρῶ δὲ δὴ καὶ τὸν Σόλωνός σοι νόμον·
νόθῳ δὲ μὴ εἶναι ἀγχιστείαν παίδων ὄντων
γνησίων. ἐὰν δὲ παῖδες μὴ ὦσι γνήσιοι, τοῖς
ἐγγυτάτω γένους μετεῖναι τῶν χρημάτων.
ἐμοὶ δʼ ἄρʼ οὐδὲν τῶν πατρῴων χρημάτων
μέτεστιν;
οὐ μέντοι μὰ Δία. λέξον δέ μοι,
ἤδη σʼ ὁ πατὴρ εἰσήγαγʼ ἐς τοὺς φράτερας;
οὐ δῆτʼ ἐμέ γε. καὶ δῆτʼ ἐθαύμαζον πάλαι.
τί δῆτʼ ἄνω κέχηνας αἴκειαν βλέπων;
ἀλλʼ ἢν μεθʼ ἡμῶν ᾖς, καταστήσας σʼ ἐγὼ
τύραννον ὀρνίθων παρέξω σοι γάλα.
δίκαιʼ ἔμοιγε καὶ πάλαι δοκεῖς λέγειν
περὶ τῆς κόρης, κἄγωγε παραδίδωμί σοι.
τί δαὶ σὺ φῄς;
τἀναντία ψηφίζομαι.
ἐν τῷ Τριβαλλῷ πᾶν τὸ πρᾶγμα. τί σὺ λέγεις;
καλάνι κόραυνα καὶ μεγάλα βασιλιναῦ
ὄρνιτο παραδίδωμι.
παραδοῦναι λέγει.
μὰ τὸν Δίʼ οὐχ οὗτός γε παραδοῦναι λέγει,
εἰ μὴ † βαδίζειν † ωἅσπερ αἱ χελιδόσιν λέγει.
οὐκοῦν παραδοῦναι ταῖς χελιδόσιν λέγει.
σφὼ νῦν διαλλάττεσθε καὶ ξυμβαίνετε·
ἐγὼ δʼ, ἐπειδὴ σφῷν δοκεῖ, σιγήσομαι.
ἡμῖν ἃ λέγεις σὺ πάντα συγχωρεῖν δοκεῖ.
ἀλλʼ ἴθι μεθʼ ἡμῶν αὐτὸς ἐς τὸν οὐρανόν,
ἵνα τὴν Βασίλειαν καὶ τὰ πάντʼ ἐκεῖ λάβῃς.
ἐς καιρὸν ἆρα κατεκόπησαν οὑτοιὶ
ἐς τοὺς γάμους.
βούλεσθε δῆτʼ ἐγὼ τέως
ὀπτῶ τὰ κρέα ταυτὶ μένων; ὑμεῖς δʼ ἴτε.
ὀπτᾷς τὰ κρέα; πολλήν γε τενθείαν λέγεις.

---

Aristophanes, Ὄρνιθες, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg006.local001/.
