# Ὄρνιθες 8.3

Aristophanes, Ὄρνιθες, Episode 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-2/8.3

τούτους μὲν ἄγων μετὰ σαυτοῦ
ἀρίστισον εὖ· τὴν δʼ ἡδυμελῆ ξύμφωνον ἀηδόνα Μούσαις
κατάλειφʼ ἡμῖν δεῦρʼ ἐκβιβάσας, ἵνα παίσωμεν μετʼ ἐκείνης.
ὦ τοῦτο μεντοι νὴ Δίʼ αὐτοῖσιν πιθοῦ·
ἐκβίβασον ἐκ τοῦ βουτόμου τοὐρνίθιον.
ἐκβίβασον αὐτοῦ πρὸς θεῶν αὐτήν, ἵνα
καὶ νὼ θεασώμεσθα τὴν ἀηδόνα.
ἀλλʼ εἰ δοκεῖ σφῷν, ταῦτα χρὴ δρᾶν. ἡ Πρόκνη
ἔκβαινε καὶ σαυτὴν ἐπιδείκνυ τοῖς ξένοις.
ὦ Ζεῦ πολυτίμηθʼ ὡς καλὸν τοὐρνίθιον,
ὡς δʼ ἁπαλόν, ὡς δὲ λευκόν.
ἆρά γʼ οἶσθʼ ὅτι
ἐγὼ διαμηρίζοιμʼ ἂν αὐτὴν ἡδέως;
ὅσον δʼ ἔχει τὸν χρυσόν, ὥσπερ παρθένος.
ἐγὼ μὲν αὐτὴν κἂν φιλῆσαί μοι δοκῶ.
ἀλλʼ ὦ κακόδαιμον ῥύγχος ὀβελίσκοιν ἔχει.
ἀλλʼ ὥσπερ ᾠὸν νὴ Δίʼ ἀπολέψαντα χρὴ
ἀπὸ τῆς κεφαλῆς τὸ λέμμα κᾆθʼ οὕτω φιλεῖν.
ἴωμεν.
ἡγοῦ δὴ σὺ νῷν τύχἀγαθῇ.

---

Aristophanes, Ὄρνιθες, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg006.local001/.
