# Ἐκκλησιάζουσαι 1.226-271

Aristophanes, Ἐκκλησιάζουσαι, Prologue 1, lines 1.226-1.271. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-3/1.226

αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ·
οἶνον φιλοῦσʼ εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ·
βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ.
ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν
μὴ περιλαλῶμεν, μηδὲ πυνθανώμεθα
τί ποτʼ ἄρα δρᾶν μέλλουσιν, ἀλλʼ ἁπλῷ τρόπῳ
ἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα,
ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες
σῴζειν ἐπιθυμήσουσιν· εἶτα σιτία
τίς τῆς τεκούσης μᾶλλον ἐπιπέμψειεν ἄν;
χρήματα πορίζειν εὐπορώτατον γυνή,
ἄρχουσά τʼ οὐκ ἂν ἐξαπατηθείη ποτέ·
αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι.
τὰ δʼ ἄλλʼ ἐάσω· ταῦτʼ ἐὰν πίθησθέ μοι,
εὐδαιμονοῦντες τὸν βίον διάξετε.
εὖ γʼ ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς.
πόθεν ὦ τάλαινα ταῦτʼ ἔμαθες οὕτω καλῶς;
ἐν ταῖς φυγαῖς μετὰ τἀνδρὸς ᾤκησʼ ἐν πυκνί·
ἔπειτʼ ἀκούουσʼ ἐξέμαθον τῶν ῥητόρων.
οὐκ ἐτὸς ἄρʼ ὦ μέλʼ ἦσθα δεινὴ καὶ σοφή·
καί σε στρατηγεῖν αἱ γυναῖκες αὐτόθεν
αἱρούμεθʼ, ἢν ταῦθʼ ἁπινοεῖς κατεργάσῃ.
ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς,
πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τἠκκλησίᾳ;
φήσω παραφρονεῖν αὐτόν.
ἀλλὰ τοῦτό γε
ἴσασι πάντες.
ἀλλὰ καὶ μελαγχολᾶν.
καὶ τοῦτʼ ἴσασιν.
ἀλλὰ καὶ τὰ τρύβλια
κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς.
τί δʼ ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ;
τούτῳ μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν.
τί δʼ ἢν ὑποκρούωσίν σε;
προσκινήσομαι
ἅτʼ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων.
ἐκεῖνο μόνον ἄσκεπτον, ἤν σʼ οἱ τοξόται
ἕλκωσιν, ὅ τι δράσεις ποτʼ.
ἐξαγκωνιῶ
ὡδί· μέση γὰρ οὐδέποτε ληφθήσομαι.
ἡμεῖς δέ γʼ, ἢν αἴρωσʼ, ἐᾶν κελεύσομεν.
ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶς
ἐκεῖνο δʼ οὐ πεφροντίκαμεν, ὅτῳ τρόπῳ
τὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε.
εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὼ σκέλει.
χαλεπὸν τὸ πρᾶγμʼ· ὅμως δὲ χειροτονητέον
ἐξωμισάσαις τὸν ἕτερον βραχίονα.
ἄγε νυν ἀναστέλλεσθʼ ἄνω τὰ χιτώνια·
ὑποδεῖσθε δʼ ὡς τάχιστα τὰς Λακωνικάς,
ὥσπερ τὸν ἄνδρʼ ἐθεᾶσθʼ, ὅτʼ εἰς ἐκκλησίαν
μέλλοι βαδίζειν ἢ θύραζʼ ἑκάστοτε.

---

Aristophanes, Ἐκκλησιάζουσαι, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg010.local001/.
