# Ἐκκλησιάζουσαι 8.2.1013-1055

Aristophanes, Ἐκκλησιάζουσαι, Lyric-Scene 8, lines 8.2.1013-8.2.1055. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-3/8.2.1013

ψήφισμα, καθʼ ὅ σε δεῖ βαδίζειν ὡς ἐμέ.
λέγʼ αὐτὸ τί ποτε κἄστι.
καὶ δή σοι λέγω.
ἔδοξε ταῖς γυναιξίν, ἢν ἀνὴρ νέος
νέας ἐπιθυμῇ, μὴ σποδεῖν αὐτὴν πρὶν ἂν
τὴν γραῦν προκρούσῃ πρῶτον· ἢν δὲ μὴ ʼθέλῃ
πρότερον προκρούειν ἀλλʼ ἐπιθυμῇ τῆς νέας,
ταῖς πρεσβυτέραις γυναιξὶν ἔστω τὸν νέον
ἕλκειν ἀνατεὶ λαβομένας τοῦ παττάλου.
οἴμοι Προκρούστης τήμερον γενήσομαι.
τοῖς γὰρ νόμοις τοῖς ἡμετέροισι πειστέον.
τί δʼ ἢν ἀφαιρῆταί μʼ ἀνὴρ τῶν δημοτῶν
ἢ τῶν φίλων ἐλθών τις;
ἀλλʼ οὐ κύριος
ὑπὲρ μέδιμνόν ἐστʼ ἀνὴρ οὐδεὶς ἔτι.
ἐξωμοσία δʼ οὐκ ἔστιν;
οὐ γὰρ δεῖ στροφῆς.
ἀλλʼ ἔμπορος εἶναι σκήψομαι.
κλάων γε σύ.
τί δῆτα χρὴ δρᾶν;
δεῦρʼ ἀκολουθεῖν ὡς ἐμέ.
καὶ ταῦτʼ ἀνάγκη μοὐστί;
Διομήδειά γε.
ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου
καὶ κλήμαθʼ ὑπόθου συγκλάσασα τέτταρα,
καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους,
ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας.
ἦ μὴν ἔτʼ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί.
νὴ τὸν Δίʼ ἤνπερ ᾖ γέ που τῶν κηρίνων·
οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί σʼ αὐτίκα.
ποῖ τοῦτον ἕλκεις;
τὸν ἐμὸν αὐτῆς εἰσάγω.
οὐ σωφρονοῦσά γʼ· οὐ γὰρ ἡλικίαν ἔχει
παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ
μήτηρ ἂν αὐτῷ μᾶλλον εἴης ἢ γυνή.
ὥστʼ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον,
τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε.
ὦ παμβδελυρὰ φθονοῦσα τόνδε τὸν λόγον
ἐξηῦρες· ἀλλʼ ἐγώ σε τιμωρήσομαι.
νὴ τὸν Δία τὸν σωτῆρα κεχάρισαί γέ μοι
ὦ γλυκύτατον τὴν γραῦν ἀπαλλάξασά μου·
ὥστʼ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν
μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν.
αὕτη σὺ ποῖ τονδὶ παραβᾶσα τὸν νόμον
ἕλκεις, παρʼ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων
πρότερον καθεύδειν αὐτόν;
οἴμοι δείλαιος.
πόθεν ἐξέκυψας ὦ κάκιστʼ ἀπολουμένη;
τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον.
βάδιζε δεῦρο.
μηδαμῶς με περιίδῃς
ἑλκόμενον ὑπὸ τῆσδʼ ἀντιβολῶ σʼ.

---

Aristophanes, Ἐκκλησιάζουσαι, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg010.local001/.
