Ancient Greek · ~1 min
Agon 3
Aristophanes, Ἱππῆς 3.1-2
Not analysed yet
ὦ μιαρὲ καὶ βδελυρὲ †καὶ κεκράκτα †,τοῦ σοῦ θράσους
πᾶσα μὲν γῆ πλέα, πᾶσα δʼ ἐκκλησία, καὶ τέλη
καὶ γραφαὶ καὶ δικαστήριʼ, ὦ βορβοροτάραξι καὶ
τὴν πόλιν ἅπασαν ἡμῶν ἀνατετυρβακώς,
ὅστις ἡμῶν τὰς Ἀθήνας ἐκκεκώφωκας βοῶν,
κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν.