Ancient Greek · ~6 min
Choral 11
Aristophanes, Λυσιστράτη 11.3
Not analysed yet
καὶ μὴν ἀπὸ τῆς Σπάρτης οἱδὶ πρέσβεις ἕλκοντες ὑπήνας
χωροῦσʼ, ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες.
ἄνδρες Λάκωνες πρῶτα μέν μοι χαίρετε,
εἶτʼ εἴπαθʼ ἡμῖν πῶς ἔχοντες ἥκετε.
τί δεῖ ποθʼ ὑμὲ πολλὰ μυσίδδειν ἔπη;
ὁρῆν γὰρ ἔξεσθʼ ὡς ἔχοντες ἵκομες.
βαβαί· νενεύρωται μὲν ἥδε συμφορὰ
δεινῶς, †τεθερμῶσθαί γε† χεῖρον φαίνεται.
ἄφατα. τί κα λέγοι τις; ἀλλʼ ὅπᾳ σέλει
παντᾷ τις ἐλσὼν ἁμὶν εἰράναν σέτω.
καὶ μὴν ὁρῶ καὶ τούσδε τοὺς αὐτόχθονας
ὥσπερ παλαιστὰς ἄνδρας ἀπὸ τῶν γαστέρων
θαἰμάτιʼ ἀποστέλλοντας· ὥστε φαίνεται
ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος.
τίς ἂν φράσεις ποῦʼ στιν ἡ Λυσιστράτη;
ὡς ἄνδρες ἡμεῖς οὑτοιὶ τοιουτοιί.
χαὔτη ξυνᾴδει χἠτέρα ταύτῃ νόσῳ.
ἦ που πρὸς ὄρθρον σπασμὸς ὑμᾶς λαμβάνει;
μὰ Δίʼ ἀλλὰ ταυτὶ δρῶντες ἐπιτετρίμμεθα.
ὥστʼ εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχύ,
οὐκ ἔσθʼ ὅπως οὐ Κλεισθένη βινήσομεν.
εἰ σωφρονεῖτε, θαἰμάτια λήψεσθʼ, ὅπως
τῶν Ἑρμοκοπιδῶν μή τις ὑμᾶς ὄψεται.
νὴ τὸν Δίʼ εὖ μέντοι λέγεις.
ναὶ τὼ σιὼ
παντᾷ γα. φέρε τὸ ἔσθος ἀμβαλώμεθα.
ὢ χαίρετʼ ὦ Λάκωνες· αἰσχρά γʼ ἐπάθομεν.
ὦ Πολυχαρείδα δεινά κʼ αὖ ʼπεπόνθεμες,
αἰ εἶδον ἁμὲ τὤνδρες ἀμπεφλασμένως.
ἄγε δὴ Λάκωνες αὔθʼ ἕκαστα χρὴ λέγειν.
ἐπὶ τί πάρεστε δεῦρο;
περὶ διαλλαγᾶν
πρέσβεις.
καλῶς δὴ λέγετε· χἠμεῖς τουτογί.
τί οὐ καλοῦμεν δῆτα τὴν Λυσιστράην,
ἥπερ διαλλάξειεν ἡμᾶς ἂν μόνη;
ναὶ τὼ σιὼ κἂν λῆτε τὸν Λυσίστρατον.
ἀλλʼ οὐδὲν ἡμᾶς, ὡς ἔοικε, δεῖ καλεῖν·
αὐτὴ γάρ, ὡς ἤκουσεν, ἥδʼ ἐξέρχεται.