Ancient Greek
Choral 11, lines 11.4.1157-11.4.1188b
Aristophanes, Λυσιστράτη 11.4.1157-1188b
Not analysed yet
οὔπα γυναῖκʼ ὄπωπα χαϊωτεραν.
ἐγὼ δὲ κύσθον γʼ οὐδέπω καλλίονα.
τί δῆθʼ υπηργμένων γε πολλῶν κἀγαθῶν
μάχεσθε κοὐ παύεσθε τῆς μοχθηρίας;
τί δʼ οὐ διηλλάγητε; φέρε τί τοὐμποδών;
ἁμές γε λῶμες, αἴ τις ἁμὶν τὤγκυκλον
λῇ τοῦτʼ ἀποδόμεν.
ποῖον ὦ τᾶν;
τὰν Πύλον,
ἇσπερ πάλαι δεόμεθα καὶ βλιμάττομες.
μὰ τὸν Ποσειδῶ τοῦτο μέν γʼ οὐ δράσετε.
ἄφετʼ ὦγάθʼ αὐτοῖς.
κᾆτα τίνα κινήσομεν;
ἕτερόν γʼ ἀπαιτεῖτʼ ἀντὶ τούτου χωρίον.
τὸ δεῖνα τοίνυν παράδοθʼ ἡμῖν τουτονὶ
πρώτιστα τὸν Ἐχινοῦντα καὶ τὸν Μηλιᾶ
κόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη.
οὐ τὼ σιὼ οὐχὶ πάντα γʼ ὦ λισσάνιε.
ἐᾶτε, μηδὲν διαφέρου περὶ σκελοῖν.
ἤδη γεωργεῖν γυμνὸς ἀποδὺς βούλομαι.
ἐγὼ δὲ κοπραγωγεῖν γα †πρῶτα† ναὶ τὼ σιώ.
ἐπὴν διαλλαγῆτε, ταῦτα δράσετε.
ἀλλʼ εἰ δοκεῖ δρᾶν ταῦτα, βουλεύσασθε καὶ
τοῖς ξυμμάχοις ἐλθόντες ἀνακοινώσατε.
ποίοισιν ὦ τᾶν ξυμμάχοις; ἐστύκαμεν.
οὐ ταὐτὰ δόξει τοῖσι συμμάχοισι νῷν
βινεῖν ἅπασιν;
τοῖσι γῶν ναὶ τὼ σιὼ
ἁμοῖσι.
καὶ γὰρ ναὶ μὰ Δία Καρυστίοις.
καλῶς λέγετε. νῦν οὖν ὅπως ἁγνεύσετε,
ὅπως ἂν αἱ γυναῖκες ὑμᾶς ἐν πόλει
ξενίσωμεν ὧν ἐν ταῖσι κίσταις εἴχομεν.
ὅρκους δʼ ἐκεῖ καὶ πίστιν ἀλλήλοις δότε.
κἄπειτα τὴν αὑτοῦ γυναῖχʼ ὑμῶν λαβὼν
ἄπεισʼ ἕκαστος.
ἀλλʼ ἴωμεν ὡς τάχος.
ἄγʼ ὅπᾳ τυ λῇς.
νὴ τὸν Δίʼ ὡς τάχιστʼ ἄγε.