Ancient Greek · ~7 min
Parodos 2
Aristophanes, Λυσιστράτη 2.10
Not analysed yet
ἔασον ὦ. τουτὶ τί ἦν; ὦνδρες πόνῳ πόνηροι·
οὐ γάρ ποτʼ ἂν χρηστοί γʼ ἔδρων οὐδʼ εὐσεβεῖς τάδʼ ἄνδρες.
τουτὶ τὸ πρᾶγμʼ ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει·
ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ.
τί βδύλλεθʼ ἡμᾶς; οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι;
καὶ μὴν μέρος γʼ ἡμῶν ὁρᾶτʼ οὔπω τὸ μυριοστόν.
ὦ Φαιδρία ταύτας λαλεῖν ἐάσομεν τοσαυτί;
οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντʼ ἐχρῆν τινʼ αὐταῖς;
θώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζʼ, ὅπως ἂν
ἢν προσφέρῃ τὴν χεῖρά τις μὴ τοῦτό μʼ ἐμποδίζῃ.
εἰ νὴ Δίʼ ἤδη τὰς γνάθους τούτων τις ἢ δὶς ἢ τρὶς
ἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν εἶχον.
καὶ μὴν ἰδοὺ παταξάτω τις· στᾶσʼ ἐγὼ παρέξω,
κοὐ μή ποτʼ ἄλλη σου κύων τῶν ὄρχεων λάβηται.
εἰ μὴ σιωπήσει, θενών σου ʼκκοκκιῶ τὸ γῆρας.
ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών.
τί δʼ ἢν σποδῶ τοῖς κονδύλοις; τί μʼ ἐργάσει τὸ δεινόν;
βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερʼ ἐξαμήσω.
οὐκ ἔστʼ ἀνὴρ Εὐριπίδου σοφώτερος ποιητής·
οὐδὲν γὰρ οὕτω θρέμμʼ ἀναιδές ἐστιν ὡς γυναῖκες.
αἰρώμεθʼ ἡμεῖς θοὔδατος τὴν κάλπιν ὦ Ῥοδίππη.
τί δʼ ὦ θεοῖς ἐχθρὰ σὺ δεῦρʼ ὕδωρ ἔχουσʼ ἀφίκου;
τί δαὶ σὺ πῦρ ὦ τύμβʼ ἔχων; ὡς σαυτὸν ἐμπυρεύσων;
ἐγὼ μὲν ἵνα νήσας πυρὰν τὰς σὰς φίλας ὑφάψω.
ἐγὼ δέ γʼ ἵνα τὴν σὴν πυρὰν τούτῳ κατασβέσαιμι.
τοὐμὸν σὺ πῦρ κατασβέσεις;
τοὔργον τάχʼ αὐτὸ δείξει.
οὐκ οἶδά σʼ εἰ τῇδʼ ὡς ἔχω τῇ λαμπάδι σταθεύσω.
εἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν γʼ ἐγὼ παρέξω.
ἐμοὶ σὺ λουτρὸν ὦ σαπρά;
καὶ ταῦτα νυμφικόν γε.
ἤκουσας αὐτῆς τοῦ θράσους;
ἐλευθέρα γάρ εἰμι.
σχήσω σʼ ἐγὼ τῆς νῦν βοῆς.
ἀλλʼ οὐκέθʼ ἡλιάζει.
ἔμπρησον αὐτῆς τὰς κόμας.
σὸν ἔργον ὦχελῷε.
οἴμοι τάλας.
μῶν θερμὸν ἦν;
ποῖ θερμόν; οὐ παύσει; τί δρᾷς;
ἄρδω σʼ ὅπως ἂν βλαστάνῃς.
ἀλλʼ αὖός εἰμʼ ἤδη τρέμων.
οὐκοῦν ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν.