Ancient Greek · ~3 min
Parodos 2
Aristophanes, Λυσιστράτη 2.6
Not analysed yet
τουτὶ τὸ πῦρ ἐγρήγορεν θεῶν ἕκατι καὶ ζῇ.
οὔκουν ἄν, εἰ τὼ μὲν ξύλω θείμεσθα πρῶτον αὐτοῦ,
τῆς ἀμπέλου δʼ ἐς τὴν χύτραν τὸν φανὸν ἐγκαθέντες
ἅψαντες εἶτʼ ἐς τὴν θύραν κριηδὸν ἐμπέσοιμεν;
κἂν μὴ καλούντων τοὺς μοχλοὺς χαλῶσιν αἱ γυναῖκες,
ἐμπιμπράναι χρὴ τὰς θύρας καὶ τῷ καπνῷ πιέζειν.
θώμεσθα δὴ τὸ φορτίον. φεῦ τοῦ καπνοῦ βαβαιάξ.
τίς ξυλλάβοιτʼ ἂν τοῦ ξύλου τῶν ἐν Σάμῳ στρατη γῶν;
ταυτὶ μὲν ἤδη τὴν ῥάχιν θλίβοντά μου πέπαυται.
σὸν δʼ ἔργον ἐστὶν ὦ χύτρα τὸν ἄνθρακʼ ἐξεγείρειν,
τὴν λαμπάδʼ ἡμμένην ὅπως πρώτιστʼ ἐμοὶ προσοίσεις.
δέσποινα Νίκη ξυγγενοῦ τῶν τʼ ἐν πόλει γυναικῶν
τοῦ νῦν παρεστῶτος θράσους θέσθαι τροπαῖον ἡμᾶς.