Ancient Greek · ~5 min
Episode 3, lines 3.432-3.466
Aristophanes, Λυσιστράτη 3.432-466
Not analysed yet
οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν.
ἄληθες ὦ μιαρὰ σύ; ποῦ ʼσθʼ ὁ τοξότης;
ξυλλάμβανʼ αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ.
εἴ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι
ἄκραν προσοίσει δημόσιος ὤν, κλαύσεται.
ἔδεισας οὗτος; οὐ ξυναρπάσει μέσην
καὶ σὺ μετὰ τούτου κἀνύσαντε δήσετον;
εἴ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον
τὴν χεῖρʼ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος.
ἰδού γʼἐπιχεσεῖ. ποῦ ʼστιν ἕτερος τοξότης;
ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ.
εἴ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρʼ ἄκραν
ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα.
τουτὶ τί ἦν; ποῦ τοξότης; ταύτης ἔχου.
παύσω τινʼ ὑμῶν τῆσδʼ ἐγὼ τῆς ἐξόδου.
εἴ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει,
ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας.
οἴμοι κακοδαίμων· ἐπιλέλοιφʼ ὁ τοξότης.
ἀτὰρ οὐ γυναικῶν οὐδέποτʼ ἔσθʼ ἡττητέα
ἡμῖν· ὁμόσε χωρῶμεν αὐταῖς ὦ Σκύθαι
ξυνταξάμενοι.
νὴ τὼ θεὼ γνώσεσθʼ ἄρα
ὅτι καὶ παρʼ ἡμῖν εἰσι τέτταρες λόχοι
μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων.
ἀποστρέφετε τὰς χεῖρας αὐτῶν ὦ Σκύθαι.
ὦ ξύμμαχοι γυναῖκες ἐκθεῖτʼ ἔνδοθεν,
ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες,
ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες,
οὐχ ἕλξετʼ, οὐ παιήσετʼ, οὐκ ἀράξετε;
οὐ λοιδορήσετʼ, οὐκ ἀναισχυντήσετε;
παύσασθʼ, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε.
οἴμʼ ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν.
ἀλλὰ τί γὰρ ᾤου; πότερον ἐπὶ δούλας τινὰς
ἥκειν ἐνόμισας, ἢ γυναιξὶν οὐκ οἴει
χολὴν ἐνεῖναι;
νὴ τὸν Ἀπόλλω καὶ μάλα
πολλήν γʼ, ἐάνπερ πλησίον κάπηλος ᾖ.