Ancient Greek · ~3 min
Lyric-Scene 10
Aristophanes, Νεφέλαι 10.1
Not analysed yet
βοάσομαί τἄρα τὰν ὑπέρτονον
βοάν. ἰὼ κλάετʼ ὦ ʼβολοστάται
αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων·
οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθʼ ἔτι,
οἷος ἐμοὶ τρέφεται
τοῖσδʼ ἐνὶ δώμασι παῖς,
ἀμφήκει γλώττῃ λάμπων,
πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη,
λυσανίας πατρῴων μεγάλων κακῶν·
ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ.
ὦ τέκνον ὦ παῖ ἔξελθʼ οἴκων,
ἄιε σοῦ πατρός.
ὅδʼ ἐκεῖνος ἀνήρ.
ὦ φίλος ὦ φίλος.
ἄπιθι συλλαβών.
ἰὼ ἰὼ τέκνον, ἰὼ ἰοῦ ἰοῦ.
ὡς ἥδομαί σου πρῶτα τὴν χρόαν ἰδών.
νῦν μέν γʼ ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς
κἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριον
ἀτεχνῶς ἐπανθεῖ, τὸ τί λέγεις σύ; καὶ δοκεῖν
ἀδικοῦντʼ ἀδικεῖσθαι καὶ κακουργοῦντʼ οἶδʼ ὅτι·
ἐπὶ τοῦ προσώπου τʼ ἐστὶν Ἀττικὸν βλέπος.
νῦν οὖν ὅπως σώσεις μʼ, ἐπεὶ κἀπώλεσας.