Ancient Greek · ~6 min
Agon 13
Aristophanes, Νεφέλαι 13.3
Not analysed yet
καὶ μὴν ὅθεν γε πρῶτον ἠρξάμεσθα λοιδορεῖσθαι
ἐγὼ φράσω· ʼπειδὴ γὰρ εἱστιώμεθʼ, ὥσπερ ἴστε,
πρῶτον μὲν αὐτὸν τὴν λύραν λαβόντʼ ἐγὼ ʼκέλευσα
ᾆσαι Σιμωνίδου μέλος, τὸν Κριὸν ὡς ἐπέχθη.
ὁ δʼ εὐθέως ἀρχαῖον εἶνʼ ἔφασκε τὸ κιθαρίζειν
ᾄδειν τε πίνονθʼ ὡσπερεὶ κάχρυς γυναῖκʼ ἀλοῦσαν.
οὐ γὰρ τότʼ εὐθὺς χρῆν σʼ ἄρα τύπτεσθαί τε καὶ πατεῖσθαι,
ᾄδειν κελεύονθʼ ὡσπερεὶ τέττιγας ἑστιῶντα;
τοιαῦτα μέντοι καὶ τότʼ ἔλεγεν ἔνδον οἷάπερ νῦν,
καὶ τὸν Σιμωνίδην ἔφασκʼ εἶναι κακὸν ποιητήν.
κἀγὼ μόλις μὲν ἀλλʼ ὅμως ἠνεσχόμην τὸ πρῶτον·
ἔπειτα δʼ ἐκέλευσʼ αὐτὸν ἀλλὰ μυρρίνην λαβόντα
τῶν Αἰσχύλου λέξαι τί μοι· κᾆθʼ οὗτος εὐθὺς εἶπεν·
ἐγὼ γὰρ Αἰσχύλον νομίζω πρῶτον ἐν ποιηταῖς,
ψόφου πλέων ἀξύστατον στόμφακα κρημνοποιόν;
κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν;
ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην, σὺ δʼ ἀλλὰ τούτων
λέξον τι τῶν νεωτέρων, ἅττʼ ἐστὶ τὰ σοφὰ ταῦτα.
ὁ δʼ εὐθὺς ᾖσʼ Εὐριπίδου ῥῆσίν τινʼ, ὡς ἐκίνει
ἀδελφὸς ὦλεξίκακε τὴν ὁμομητρίαν ἀδελφήν.
κἀγὼ οὐκέτʼ ἐξηνεσχόμην, ἀλλʼ εὐθέως ἀράττω
πολλοῖς κακοῖς καἰσχροῖσι· κᾆτʼ ἐντεῦθεν, οἷον εἰκός,
ἔπος πρὸς ἔπος ἠρειδόμεσθʼ· εἶθʼ οὗτος ἐπαναπηδᾶ,
κἄπειτʼ ἔφλα με κἀσπόδει κἄπνιγε κἀπέθλιβεν.
οὔκουν δικαίως, ὅστις οὐκ Εὐριπίδην ἐπαινεῖς
σοφώτατον;
σοφώτατόν γʼ ἐκεῖνον· ὦ —τί σʼ εἴπω;
ἀλλʼ αὖθις αὖ τυπτήσομαι.
νὴ τὸν Δίʼ ἐν δίκῃ γʼ ἄν.
καὶ πῶς δικαίως; ὅστις ὦ ʼναίσχυντέ σʼ ἐξέθρεψα,
αἰσθανόμενός σου πάντα τραυλίζοντος, ὅ τι νοοίης.
εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον·
μαμμᾶν δʼ ἂν αἰτήσαντος ἧκόν σοι φέρων ἂν ἄρτον·
κακκᾶν δʼ ἂν οὐκ ἔφθης φράσας, κἀγὼ λαβὼν θύραζε
ἐξέφερον ἂν καὶ προὐσχόμην σε· σὺ δʼ ἐμὲ νῦν ἀπάγχων