# Νεφέλαι 6.2.707-756

Aristophanes, Νεφέλαι, Lyric-Scene 6, lines 6.2.707-6.2.756. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-6/6.2.707

ἀτταταῖ ἀτταταῖ.
τί πάσχεις; τί κάμνεις;
ἀπόλλυμαι δείλαιος· ἐκ τοῦ σκίμποδος
δάκνουσί μʼ ἐξέρποντες οἱ Κορίνθιοι,
καὶ τὰς πλευρὰς δαρδάπτουσιν
καὶ τὴν ψυχὴν ἐκπίνουσιν
καὶ τοὺς ὄρχεις ἐξέλκουσιν
καὶ τὸν πρωκτὸν διορύττουσιν,
καί μʼ ἀπολοῦσιν.
μή νυν βαρέως ἄλγει λίαν.
καὶ πῶς; ὅτε μου
φροῦδα τὰ χρήματα, φρούδη χροιά,
φρούδη ψυχή, φρούδη δʼ ἐμβάς·
καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖς
φρουρᾶς ᾄδων
ὀλίγου φροῦδος γεγένημαι.
οὗτος τί ποιεῖς; οὐχὶ φροντίζεις;
ἐγώ;
νὴ τὸν Ποσειδῶ.
καὶ τί δῆτʼ ἐφρόντισας;
ὑπὸ τῶν κόρεων εἴ μού τι περιλειφθήσεται.
ἀπολεῖ κάκιστʼ.
ἀλλʼ ὦγάθʼ ἀπόλωλʼ ἀρτίως.
οὐ μαλθακιστέʼ ἀλλὰ περικαλυπτέα.
ἐξευρετέος γὰρ νοῦς ἀποστερητικὸς
κἀπαιόλημʼ.
οἴμοι τίς ἂν δῆτʼ ἐπιβάλοι
ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα;
φέρε νυν ἀθρήσω πρῶτον ὅ τι δρᾷ τουτονί.
οὗτος καθεύδεις;
μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
ἔχεις τι;
μὰ Δίʼ οὐ δῆτʼ ἔγωγʼ.
οὐδὲν πάνυ;
οὐδέν γε πλὴν ἢ τὸ πέος ἐν τῇ δεξιᾷ.
οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς;
περὶ τοῦ; σὺ γάρ μοι τοῦτο φράσον ὦ Σώκρατες.
αὐτὸς ὅ τι βούλει πρῶτος ἐξευρὼν λέγε.
ἀκήκοας μυριάκις ἁγὼ βούλομαι,
περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί.
ἴθι νῦν καλύπτου καὶ σχάσας τὴν φροντίδα
λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα,
ὀρθῶς διαιρῶν καὶ σκοπῶν.
οἴμοι τάλας.
ἔχʼ ἀτρέμα· κἂν ἀπορῇς τι τῶν νοημάτων,
ἀφεὶς ἄπελθε, κατὰ τὴν γνώμην πάλιν
κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον.
ὦ Σωκρατίδιον φίλτατον.
τί ὦ γέρον;
ἔχω τόκου γνώμην ἀποστερητικήν.
ἐπίδειξον αὐτήν.
εἰπὲ δή νύν μοι —
τὸ τί;
γυναῖκα φαρμακίδʼ εἰ πριάμενος Θετταλὴν
καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ
αὐτὴν καθείρξαιμʼ ἐς λοφεῖον στρογγύλον,
ὥσπερ κάτοπτρον, κᾆτα τηροίην ἔχων —
τί δῆτα τοῦτʼ ἂν ὠφελήσειέν σʼ;
ὅ τι;
εἰ μηκέτʼ ἀνατέλλοι σελήνη μηδαμοῦ,
οὐκ ἂν ἀποδοίην τοὺς τόκους.
ὁτιὴ τί δή;
ὁτιὴ κατὰ μῆνα τἀγύριον δανείζεται.

---

Aristophanes, Νεφέλαι, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg003.local001/.
