Ancient Greek · ~7 min
Lyric-Scene 6, lines 6.2.757-6.2.798
Aristophanes, Νεφέλαι 6.2.757-798
Not analysed yet
εὖ γʼ· ἀλλʼ ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν.
εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη,
ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι.
ὅπως; ὅπως; οὐκ οἶδʼ· ἀτὰρ ζητητέον.
μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί,
ἀλλʼ ἀποχάλα τὴν φροντίδʼ ἐς τὸν ἀέρα
λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός.
ηὕρηκʼ ἀφάνισιν τῆς δίκης σοφωτάτην,
ὥστʼ αὐτὸν ὁμολογεῖν σʼ ἐμοί.
ποίαν τινά;
ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον
ταύτην ἑόρακας τὴν καλήν, τὴν διαφανῆ,
ἀφʼ ἧς τὸ πῦρ ἅπτουσι;
τὴν ὕαλον λέγεις;
ἔγωγε. φέρε τί δῆτʼ ἄν, εἰ ταύτην λαβών,
ὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς,
ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον
τὰ γράμματʼ ἐκτήξαιμι τῆς ἐμῆς δίκης;
σοφῶς γε νὴ τὰς Χάριτας.
οἴμʼ ὡς ἥδομαι
ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη.
ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον.
τὸ τί;
ὅπως ἀποστρέψαιʼ ἂν ἀντιδικῶν δίκην
μέλλων ὀφλήσειν μὴ παρόντων μαρτύρων.
φαυλότατα καὶ ῥᾷστʼ.
εἰπὲ δή.
καὶ δὴ λέγω.
εἰ πρόσθεν ἔτι μιᾶς ἐνεστώσης δίκης,
πρὶν τὴν ἐμὴν καλεῖσθʼ, ἀπαγξαίμην τρέχων.
οὐδὲν λέγεις.
νὴ τοὺς θεοὺς ἔγωγʼ, ἐπεὶ
οὐδεὶς κατʼ ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην.
ὑθλεῖς· ἄπερρʼ, οὐκ ἂν διδάξαιμʼ ἄν σʼ ἔτι.
ὁτιὴ τί; ναὶ πρὸς τῶν θεῶν ὦ Σώκρατες.
ἀλλʼ εὐθὺς ἐπιλήθει σύ γʼ ἅττʼ ἂν καὶ μάθῃς·
ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης; λέγε.
φέρʼ ἴδω τί μέντοι πρῶτον ἦν; τί πρῶτον ἦν;
τίς ἦν ἐν ᾗ ʼματτόμεθα μέντοι τἄλφιτα;
οἴμοι τίς ἦν;
οὐκ ἐς κόρακας ἀποφθερεῖ,
ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον;
οἴμοι τί οὖν δῆθʼ ὁ κακοδαίμων πείσομαι;
ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν.
ἀλλʼ ὦ Νεφέλαι χρηστόν τι συμβουλεύσατε.
ἡμεῖς μὲν ὦ πρεσβῦτα συμβουλεύομεν,
εἴ σοί τις υἱός ἐστιν ἐκτεθραμμένος,
πέμπειν ἐκεῖνον ἀντὶ σαυτοῦ μανθάνειν.
ἀλλʼ ἔστʼ ἔμοιγʼ υἱὸς καλός τε κἀγαθός·
ἀλλʼ οὐκ ἐθέλει γὰρ μανθάνειν. τί ἐγὼ πάθω;