Ancient Greek · ~2 min
Agon 7
Aristophanes, Νεφέλαι 7.9
Not analysed yet
τί μὲν οὖν ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ;
τί δῆτʼ ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ;
σιγήσομαι. τί δʼ ἄλλο;
φέρε δή μοι φράσον·
συνηγοροῦσιν ἐκ τίνων;
ἐξ εὐρυπρώκτων.
πείθομαι.
τί δαί; τραγῳδοῦσʼ ἐκ τίνων;
ἐξ εὐρυπρώκτων.
εὖ λέγεις.
δημηγοροῦσι δʼ ἐκ τίνων;
ἐξ εὐρυπρώκτων.
ἆρα δῆτʼ
ἔγνωκας ὡς οὐδὲν λέγεις;
καὶ τῶν θεατῶν ὁπότεροι
πλείους σκόπει.
καὶ δὴ σκοπῶ.
τί δῆθʼ ὁρᾷς;
πολὺ πλείονας νὴ τοὺς θεοὺς
τοὺς εὐρυπρώκτους· τουτονὶ
γοῦν οἶδʼ ἐγὼ κἀκεινονὶ
καὶ τὸν κομήτην τουτονί.
τί δῆτʼ ἐρεῖς;
ἡττήμεθʼ· ὦ κινούμενοι
πρὸς τῶν θεῶν δέξασθέ μου
θοἰμάτιον, ὡς
ἐξαυτομολῶ πρὸς ὑμᾶς.