Ancient Greek · ~2 min
Prologue 1
Aristophanes, Εἰρήνη 1.1
Not analysed yet
ἥσυχος ἥσυχος, ἠρέμα, κάνθων·
μή μοι σοβαρῶς χώρει λίαν
εὐθὺς ἀπʼ ἀρχῆς ῥώμῃ πίσυνος,
πρὶν ἂν ἰδίῃς καὶ διαλύσῃς
ἄρθρων ἶνας πτερύγων ῥύμῃ.
καὶ μὴ πνεῖ μοι κακόν, ἀντιβολῶ σʼ·
εἰ δὲ ποιήσεις τοῦτο, κατʼ οἴκους
αὐτοῦ μεῖνον τοὺς ἡμετέρους.
ὦ δέσποτʼ ἄναξ ὡς παραπαίεις.
σίγα σίγα.
ποῖ δῆτʼ ἄλλως μετεωροκοπεῖς;
ὑπὲρ Ἑλλήνων πάντων πέτομαι
τόλμημα νέον παλαμησάμενος.
τί πέτει; τί μάτην οὐχ ὑγιαίνεις;
εὐφημεῖν χρὴ καὶ μὴ φλαῦρον
μηδὲν γρύζειν ἀλλʼ ὀλολύζειν·
τοῖς τʼ ἀνθρώποισι φράσον σιγᾶν,
τοὺς τε κοπρῶνας καὶ τὰς λαύρας
καιναῖς πλίνθοισιν ἀνοικοδομεῖν
καὶ τοὺς πρωκτοὺς ἐπικλῄειν.