# Εἰρήνη 1.5.200-244

Aristophanes, Εἰρήνη, Prologue 1, lines 1.5.200-1.5.244. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-7/1.5.200

πῶς οὖν σὺ δῆτʼ ἐνταῦθα κατελείφθης μόνος;
τὰ λοιπὰ τηρῶ σκευάρια τὰ τῶν θεῶν,
χυτρίδια καὶ σανίδια κἀμφορείδια.
ἐξῳκίσαντο δʼ οἱ θεοὶ τίνος οὕνεκα;
Ἕλλησιν ὀργισθέντες. εἶτʼ ἐνταῦθα μὲν
ἵνʼ ἦσαν αὐτοὶ τὸν Πόλεμον κατῴκισαν,
ὑμᾶς παραδόντες δρᾶν ἀτεχνῶς ὅ τι βούλεται·
αὐτοὶ δʼ ἀνῳκίσανθʼ ὅπως ἀνωτάτω,
ἵνα μὴ βλέποιεν μαχομένους ὑμᾶς ἔτι
μηδʼ ἀντιβολούντων μηδὲν αἰσθανοίατο.
τοῦ δʼ οὕνεχʼ ἡμᾶς ταῦτʼ ἔδρασαν; εἰπέ μοι.
ὁτιὴ πολεμεῖν ᾑρεῖσθʼ ἐκείνων πολλάκις
σπονδὰς ποιούντων· κεἰ μὲν οἱ Λακωνικοὶ
ὑπερβάλοιντο μικρόν, ἔλεγον ἂν ταδί·
ναὶ τὼ σιὼ νῦν ὡττικίων δωσεῖ δίκαν.
εἰ δʼ αὖ τι πράξαιτʼ ἀγαθὸν ἁττικωνικοί
κἄλθοιεν οἱ Λάκωνες εἰρήνης πέρι,
ἐλέγετʼ ἂν ὑμεῖς εὐθύς· ἐξαπατώμεθα
νὴ τὴν Ἀθηνᾶν, νὴ Δίʼ, οὐχὶ πειστέον·
ἥξουσι καὖθις, ἢν ἔχωμεν τὴν Πύλον.’
ὁ γοῦν χαρακτὴρ ἡμεδαπὸς τῶν ῥημάτων.
ὧν οὕνεκʼ οὐκ οἶδʼ εἴ ποτʼ Εἰρήνην ἔτι
τὸ λοιπὸν ὄψεσθʼ.
ἀλλὰ ποῖ γὰρ οἴχεται;
ὁ Πόλεμος αὐτὴν ἐνέβαλʼ εἰς ἄντρον βαθύ.
ἐς ποῖον;
ἐς τουτὶ τὸ κάτω, κἄπειθʼ ὁρᾷς
ὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων,
ἵνα μὴ λάβητε μηδέποτʼ αὐτήν.
εἰπέ μοι,
ἡμᾶς δὲ δὴ τί δρᾶν παρασκευάζεται;
οὐκ οἶδα πλὴν ἕν, ὅτι θυείαν ἑσπέρας
ὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο.
τί δῆτα ταύτῃ τῇ θυείᾳ χρήσεται;
τρίβειν ἐν αὐτῇ τὰς πόλεις βουλεύεται.
ἀλλʼ εἶμι· καὶ γὰρ ἐξιέναι γνώμην ἐμὴν
μέλλει· θορυβεῖ γοῦν ἔνδον.
οἴμοι δείλαιος.
φέρʼ αὐτὸν ἀποδρῶ· καὶ γὰρ ὥσπερ ᾐσθόμην
καὐτὸς θυείας φθέγμα πολεμιστηρίας.
ἰὼ βροτοὶ βροτοὶ βροτοὶ πολυτλήμονες,
ὡς αὐτίκα μάλα τὰς γνάθους ἀλγήσετε.
ὦναξ Ἄπολλον τῆς θυείας τοῦ πλάτους,
ὅσον κακόν, καὶ τοῦ Πολέμου τοῦ βλέμματος.
ἆρʼ οὗτός ἐστʼ ἐκεῖνος ὃν καὶ φεύγομεν,
ὁ δεινός, ὁ ταλαύρινος, ὁ κατὰ τοῖν σκελοῖν;
ἰὼ Πρασιαὶ τρὶς ἄθλιαι καὶ πεντάκις
καὶ πολλοδεκάκις, ὡς ἀπολεῖσθε τήμερον.
τουτὶ μὲν ἄνδρες οὐδὲν ἡμῖν πρᾶγμά πω·

---

Aristophanes, Εἰρήνη, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg005.local001/.
