Ancient Greek · ~7 min
Prologue 1, lines 1.5.245-1.5.291
Aristophanes, Εἰρήνη 1.5.245-291
Not analysed yet
τὸ γὰρ κακὸν τοῦτʼ ἐστὶ τῆς Λακωνικῆς.
ὦ Μέγαρα Μέγαρʼ ὡς ἐπιτετρίψεσθʼ αὐτίκα
ἁπαξάπαντα καταμεμυττωτευμένα.
βαβαὶ βαβαιὰξ ὡς μεγάλα καὶ δριμέα
τοῖσι Μεγαρεῦσιν ἐνέβαλεν τὰ κλαύματα.
ἰὼ Σικελία καὶ σὺ δʼ ὡς ἀπόλλυσαι.
οἵα πόλις τάλαινα διακναισθήσεται.
φέρʼ ἐπιχέω καὶ τὸ μέλι τουτὶ τἀττικόν.
οὗτος παραινῶ σοι μέλιτι χρῆσθἀτέρῳ.
τετρώβολον τοῦτʼ ἐστί· φείδου τἀττικοῦ.
παῖ παῖ Κυδοιμέ.
τί με καλεῖς;
κλαύσει μακρά.
ἕστηκας ἀργός; οὑτοσί σοι κόνδυλος.
ὡς δριμύς. οἴμοι μοι τάλας ὦ δέσποτα.
μῶν τῶν σκορόδων ἐνέβαλες ἐς τὸν κόνδυλον;
οἴσεις ἀλετρίβανον τρέχων;
ἀλλʼ ὦ μέλε
οὐκ ἔστιν ἡμῖν· ἐχθὲς εἰσῳκίσμεθα.
οὔκουν παρʼ Ἀθηναίων μεταθρέξει ταχὺ πάνυ;
ἔγωγε νὴ Δίʼ· εἰ δὲ μή γε, κλαύσομαι.
ἄγε δὴ τί δρῶμεν ὦ πόνηρʼ ἀνθρώπια;
ὁρᾶτε τὸν κίνδυνον ἡμῖν ὡς μέγας·
εἴπερ γὰρ ἥξει τὸν ἀλετρίβανον φέρων,
τούτῳ ταράξει τὰς πόλεις καθήμενος.
ἀλλʼ ὦ Διόνυσʼ ἀπόλοιτο καὶ μὴ ʼλθοι φέρων.
οὗτος.
τί ἔστιν;
οὐ φέρεις;
τὸ δεῖνα γὰρ
ἀπόλωλʼ Ἀθηναίοισιν ἁλετρίβανος,
ὁ βυρσοπώλης, ὃς ἐκύκα τὴν Ἑλλάδα.
εὖ γʼ ὦ πότνια δέσποινʼ Ἀθηναία ποιῶν
ἀπόλωλʼ ἐκεῖνος κἀν δέοντι τῇ πόλει,
ἢ πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι.
οὔκουν ἕτερον δῆτʼ ἐκ Λακεδαίμονος μέτει
ἀνύσας τι;
ταῦτʼ ὦ δέσποθʼ.
ἧκέ νυν ταχύ.
ὦνδρες τί πεισόμεσθα; νῦν ἀγὼν μέγας.
ἀλλʼ εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνει
μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλὸν
ἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε.
οἴμοι τάλας, οἴμοι γε κἄτʼ οἴμοι μάλα.
τί ἔστι; μῶν οὐκ αὖ φέρεις;
ἀπόλωλε γὰρ
καὶ τοῖς Λακεδαιμονίοισιν ἁλετρίβανος.
πῶς ὦ πανοῦργʼ;
ἐς τἀπὶ Θρᾴκης χωρία
χρήσαντες ἑτέροις αὐτὸν εἶτʼ ἀπώλεσαν.
εὖ γʼ εὖ γε ποιήσαντες ὦ Διοσκόρω.
ἴσως ἂν εὖ γένοιτο· θαρρεῖτʼ ὦ βροτοί.
ἀπόφερε τὰ σκεύη λαβὼν ταυτὶ πάλιν·
ἐγὼ δὲ δοίδυκʼ εἰσιὼν ποιήσομαι.
νῦν τοῦτʼ ἐκεῖνʼ ἥκει τὸ Δάτιδος μέλος,
ὃ δεφόμενός ποτʼ ᾖδε τῆς μεσημβρίας,
ὡς ἥδομαι καὶ χαίρομαι κεὐφραίνομαι.