Ancient Greek · ~6 min
Choral 3
Aristophanes, Εἰρήνη 3.1
Not analysed yet
εἰ γὰρ ἐκγένοιτʼ ἰδεῖν ταύτην με τὴν ἡμέραν .
πολλὰ γὰρ ἀνεσχόμην πράγματά τε καὶ στιβάδας, ἃς
ἔλαχε Φορμίων·
κοὐκέτʼ ἄν μʼ εὕροις δικαστὴν δριμὺν οὐδὲ δύσκολον,
οὐδὲ τοὺς τρόπους γε δήπου σκληρὸν ὥσπερ καὶ πρὸ τοῦ,
ἀλλʼ ἁπαλὸν ἄν μʼ ἴδοις καὶ πολὺ νεώτερον,
ἀπαλλαγέντα πραγμάτων.
καὶ γὰρ ἱκανὸν χρόνον ἀπολλύμεθα καὶ κατατετρίμμεθα πλανώμενοι
ἐς Λύκειον κἀκ Λυκείου ξὺν δορὶ ξὺν ἀσπίδι.
ἀλλʼ ὅ τι μάλιστα χαριούμεθα ποιοῦντες, ἄγε
φράζε· σὲ γὰρ αὐτοκράτορʼ εἵλετʼ ἀγαθή τις ἡμῖν τύχη.
φέρε δὴ κατίδω ποῖ τοὺς λίθους ἀφέλξομεν.
ὦ μιαρὲ καὶ τολμηρὲ τί ποιεῖν διανοεῖ;
οὐδὲν πονηρόν, ἀλλʼ ὅπερ καὶ Κιλλικῶν.
ἀπόλωλας ὦ κακόδαιμον.
οὐκοῦν ἢν λάχω.
Ἑρμῆς γὰρ ὢν κλήρῳ ποιήσεις οἶδʼ ὅτι.
ἀπόλωλας, ἐξόλωλας.
ἐς τίνʼ ἡμέραν;
εἰς αὐτίκα μάλʼ.
ἀλλʼ οὐδὲν ἠμπόληκά πω,
οὔτʼ ἄλφιτʼ οὔτε τυρόν, ὡς ἀπολούμενος.
καὶ μὴν ἐπιτέτριψαί γε.
κᾆτα τῷ τρόπῳ
οὐκ ᾐσθόμην ἀγαθὸν τοσουτονὶ λαβών;
ἆρʼ οἶσθα θάνατον ὅτι προεῖφʼ ὁ Ζεὺς ὃς ἂν
ταύτην ἀνορύττων εὑρεθῇ;
νῦν ἆρά με
ἅπασʼ ἀνάγκη ʼστʼ ἀποθανεῖν;
εὖ ἴσθʼ ὅτι.
ἐς χοιρίδιόν μοί νυν δάνεισον τρεῖς δραχμάς·
δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι.
ὦ Ζεῦ κεραυνοβρόντα.
μὴ πρὸς τῶν θεῶν
ἡμῶν κατείπῃς, ἀντιβολῶ σε δέσποτα.
οὐκ ἂν σιωπήσαιμι.
ναὶ πρὸς τῶν κρεῶν,
ἁγὼ προθύμως σοι φέρων ἀφικόμην.
ἀλλʼ ὦ μέλʼ ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι,
εἰ μὴ τετορήσω ταῦτα καὶ λακήσομαι.
μή νυν λακήσῃς, λίσσομαί σʼ ὦρμῄδιον.