Ancient Greek · ~3 min
Parabasis 8
Aristophanes, Εἰρήνη 8.5
Not analysed yet
μᾶλλον ἢ θεοῖσιν ἐχθρὸν ταξίαρχον προσβλέπων
τρεῖς λόφους ἔχοντα καὶ φοινικίδʼ ὀξεῖαν πάνυ,
ἣν ἐκεῖνός φησιν εἶναι βάμμα Σαρδιανικόν·
ἢν δέ που δέῃ μάχεσθʼ ἔχοντα τὴν φοινικίδα,
τηνικαῦτʼ αὐτὸς βέβαπται βάμμα Κυζικηνικόν·
κᾆτα φεύγει πρῶτος ὥσπερ ξουθὸς ἱππαλεκτρυὼν
τοὺς λόφους σείων· ἐγὼ δʼ ἕστηκα †λινοπτώμενος. †
ἡνίκʼ ἂν δʼ οἴκοι γένωνται, δρῶσιν οὐκ ἀνασχετά,
τοὺς μὲν ἐγγράφοντες ἡμῶν τοὺς δʼ ἄνω τε καὶ κάτω
ἐξαλείφοντες δὶς ἢ τρίς. αὔριον δʼ ἔσθʼ ἡ ʼξοδος·
τῷ δὲ σιτίʼ οὐκ ἐώνητʼ· οὐ γὰρ ᾔδειν ἐξιών·
εἶτα προστὰς πρὸς τὸν ἀνδριάντα τὸν Πανδίονος
εἶδεν αὑτόν, κἀπορῶν θεῖ τῷ κακῷ βλέπων ὀπόν.
ταῦτα δʼ ἡμᾶς τοὺς ἀγροίκους δρῶσι, τοὺς δʼ ἐξ ἄστεως
ἧττον, οἱ θεοῖσιν οὗτοι κἀνδράσιν ῥιψάσπιδες.
ὧν ἔτʼ εὐθύνας ἐμοὶ δώσουσιν, ἢν θεὸς θέλῃ.