Ancient Greek · ~3 min
Episode 9
Aristophanes, Εἰρήνη 9.1
Not analysed yet
νῦν αὖθʼ ὁπλοτέρων ἀνδρῶν ἀρχώμεθα—
παῦσαι
ὁπλοτέρους ᾆδον, καὶ ταῦτ ὦ τρισκακόδαιμον
εἰρήνης οὔσης· ἀμαθές γʼ εἶ καὶ κατάρατον.
οἱ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,
σύν ῥʼ ἔβαλον ῥινούς τε καὶ ἀσπίδας ὀμφαλοέσσας.
ἀσπίδας; οὐ παύσει μεμνημένος ἀσπίδος ἡμῖν;
ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.
ἀνδρῶν οἰμωγή; κλαύσει νὴ τὸν Διόνυσον
οἰμωγὰς ᾄδων, καὶ ταύτας ὀμφαλοέσσας.
ἀλλὰ τί δῆτʼ ᾄδω; σὺ γὰρ εἰπέ μοι οἷστισι χαίρεις.
ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὶ τὰ τοιαυτί·
ἄριστον προτίθεντο καὶ ἅτθʼ ἥδιστα πάσασθαι.
ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὐχένας ἵππων
ἔκλυον ἱδρώοντας, ἐπεὶ πολέμου ἐκόρεσθεν.