Ancient Greek
Prologue 1, lines 1.166-1.207
Aristophanes, Πλοῦτος 1.166-207
Not analysed yet
ὁ δὲ γναφεύει γʼ·
ὁ δέ γε πλύνει κῴδια·
ὁ δὲ βυρσοδεψεῖ γʼ·
ὁ δέ γε πωλεῖ κρόμμυα·
ὁ δʼ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται.
οἴμοι τάλας ταυτί μʼ ἐλάνθανεν πάλαι.
μέγας δὲ βασιλεὺς οὐχὶ διὰ τοῦτον κομᾷ;
ἐκκλησία δʼ οὐχὶ διὰ τοῦτον γίγνεται;
τί δέ; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι.
τὸ δʼ ἐν Κορίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει;
ὁ Πάμφιλος δʼ οὐχι διὰ τοῦτον κλαύσεται;
ὁ βελονοπώλης δʼ οὐχὶ μετὰ τοῦ Παμφίλου;
Ἀγύρριος δʼ οὐχὶ διὰ τοῦτον πέρδεται;
Φιλέψιος δʼ οὐχ ἕνεκα σοῦ μύθους λέγει;
ἡ ξυμμαχία δʼ οὐ διὰ σὲ τοῖς Αἰγυπτίοις;
ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου;
ὁ Τιμοθέου δὲ πύργος—
ἐμπέσοι γέ σοι.
τὰ δὲ πράγματʼ οὐχὶ διὰ σὲ πάντα πράττεται;
μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιος
καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν, εὖ ἴσθʼ ὅτι.
κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε,
ἐφʼ οἷς οὗτος ἐπικαθέζηται μόνον.
ἐγὼ τοσαῦτα δυνατός εἰμʼ εἷς ὢν ποιεῖν;
καὶ ναὶ μὰ Δία τούτων γε πολλῷ πλείονα·
ὥστʼ οὐδὲ μεστὸς σοῦ γέγονʼ οὐδεὶς πώποτε.
τῶν μὲν γὰρ ἄλλων ἐστὶ πάντων πλησμονή,
ἔρωτος
ἄρτων
μουσικῆς
τραγημάτων
τιμῆς
πλακούντων
ἀνδραγαθίας
ἰσχάδων
φιλοτιμίας
μάζης
στρατηγίας
φακῆς·
σοῦ δʼ ἐγένετʼ οὐδεὶς μεστὸς οὐδεπώποτε.
ἀλλʼ ἢν τάλαντά τις λάβῃ τριακαίδεκα,
πολὺ μᾶλλον ἐπιθυμεῖ λαβεῖν ἑκκαίδεκα·
κἂν ταῦτʼ ἀνύσηται, τετταράκοντα βούλεται,
ἤ φησιν εἶν ἀβίωτον αὑτῷ τὸν βίον.
εὖ τοι λέγειν ἔμοιγε φαίνεσθον πάνυ·
πλὴν ἓν μόνον δέδοικα.
φράζε τοῦ πέρι;
ὅπως ἐγὼ τὴν δύναμιν ἣν ὑμεῖς φατε
ἔχειν με, ταύτης δεσπότης γενήσομαι.
νὴ τὸν Δίʼ ἀλλὰ καὶ λέγουσι πάντες ὡς
δειλότατόν ἐσθʼ ὁ Πλοῦτος.
ἥκιστʼ, ἀλλά με
τοιχωρύχος τις διέβαλʼ. ἐσδὺς γάρ ποτε
οὐκ εἶχεν ἐς τὴν οἰκίαν οὐδὲν λαβεῖν,
εὑρὼν ἁπαξάπαντα κατακεκλῃμένα·
εἶτʼ ὠνόμασέ μου τὴν πρόνοιαν δειλίαν.