Ancient Greek
Episode 10, lines 10.1045-10.1086
Aristophanes, Πλοῦτος 10.1045-1086
Not analysed yet
ἔοικε διὰ πολλοῦ χρόνου σʼ ἑορακέναι.
ποίου χρόνου ταλάνταθʼ, ὃς παρʼ ἐμοὶ χθὲς ἦν;
τοὐναντίον πέπονθε τοῖς πολλοῖς ἄρα·
μεθύων γάρ, ὡς ἔικεν, ὀξύτερον βλέπει.
οὔκ, ἀλλʼ ἀκόλαστός ἐστιν ἀεὶ τοὺς τρόπους.
ὦ Ποντοπόσειδον καὶ θεοὶ πρεσβυτικοί,
ἐν τῷ προσώπῳ τῶν ῥυτίδων ὅσας ἔχει.
ἆ ἆ,
τὴν δᾷδα μή μοι πρόσφερʼ.
εὖ μέντοι λέγει.
ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ λάβῃ
ὥσπερ παλαιὰν εἰρεσιώνην καύσεται.
βούλει διὰ χρόνου πρός με παῖσαι;
ποῖ τάλαν;
αὐτοῦ, λαβοῦσα κάρυα.
παιδιὰν τίνα;
πόσους ἔχεις ὀδόντας.
ἀλλὰ γνώσομαι
κἄγωγʼ· ἔχει γὰρ τρεῖς ἴσως ἢ τέτταρας.
ἀπότεισον· ἕνα γὰρ γόμφιον μόνον φορεῖ.
ταλάντατʼ ἀνδρῶν οὐχ ὑγιαίνειν μοι δοκεῖς,
πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν.
ὄναιο μέντἄν, εἴ τις ἐκπλύνειέ σε.
οὐ δῆτʼ, ἐπεὶ νῦν μὲν καπηλικῶς ἔχει,
εἰ δʼ ἐκπλυνεῖται τοῦτο τὸ ψιμύθιον,
ὄψει κατάδηλα τοῦ προσώπου τὰ ῥάκη.
γέρων ἀνὴρ ὢν οὐχ ὑγιαίνειν μοι δοκεῖς.
πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων
ἐφάπτεταί σου λανθάνειν δοκῶν ἐμέ.
μὰ τὴν Ἀφροδίτην οὐκ ἐμοῦ γʼ ὦ βδελυρὲ σύ.
μὰ τὴν Ἑκάτην οὐ δῆτα· μαινοίμην γὰρ ἄν.
ἀλλʼ ὦ νεανίσκʼ οὐκ ἐῶ τὴν μείρακα
μισεῖν σε ταύτην.
ἀλλʼ ἔγωγʼ ὑπερφιλῶ.
καὶ μὴν κατηγορεῖ γέ σου.
τί κατηγορεῖ;
εἶναί σʼ ὑβριστήν φησι καὶ λέγειν ὅτι
πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι.
ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι.
τὸ τί;
αἰσχυνόμενος τὴν ἡλικίαν τὴν σήν, ἐπεὶ
οὐκ ἄν ποτʼ ἄλλῳ τοῦτʼ ἐπέτρεψʼ ἐγὼ ποιεῖν·
νῦν δʼ ἄπιθι χαίρων συλλαβὼν τὴν μείρακα.
οἶδʼ οἶδα τὸν νοῦν· οὐκέτʼ ἀξιοῖς ἴσως
εἶναι μετʼ αὐτῆς.
ὁ δʼ ἐπιτρέψων ἐστὶ τίς;
οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ
ὑπὸ μυρίων ἐτῶν γε καὶ τρισχιλίων.
ὅμως δʼ ἐπειδὴ καὶ τὸν οἶνον ἠξίους
πίνειν, συνεκποτέʼ ἐστί σοι καὶ τὴν τρύγα.
ἀλλʼ ἔστι κομιδῇ τρὺξ παλαιὰ καὶ σαπρά.