# Πλοῦτος 11.1141-1170

Aristophanes, Πλοῦτος, Episode 11, lines 11.1141-11.1170. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-8/11.1141

ἐφʼ ᾧ τε μετέχειν καὐτὸς ὦ τοιχωρύχε.
ἧκεν γὰρ ἄν σοι ναστὸς εὖ πεπεμμένος.
ἔπειτα τοῦτόν γʼ αὐτὸς ἂν κατήσθιες.
οὐ γὰρ μετεῖχες τὰς ἴσας πληγὰς ἐμοί,
ὁπότε τι ληφθείην πανουργήσας ἐγώ.
μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες.
ἀλλὰ ξύνοικον πρὸς θεῶν δέξασθέ με.
ἔπειτʼ ἀπολιπὼν τοὺς θεοὺς ἐνθάδε μενεῖς;
τὰ γὰρ παρʼ ὑμῖν ἐστι βελτίω πολύ.
τί δέ; ταὐτομολεῖν ἀστεῖον εἶναί σοι δοκεῖ;
πατρὶς γάρ ἐστι πᾶσʼ ἵνʼ ἂν πράττῃ τις εὖ.
τί δῆτʼ ἂν εἴης ὄφελος ἡμῖν ἐνθάδʼ ὤν;
παρὰ τὴν θύραν στροφαῖον ἱδρύσασθέ με.
στροφαῖον; ἀλλʼ οὐκ ἔργον ἔστʼ οὐδὲν στροφῶν.
ἀλλʼ ἐμπολαῖον.
ἀλλὰ πλουτοῦμεν· τί οὖν
Ἑρμῆν παλιγκάπηλον ἡμᾶς δεῖ τρέφειν;
ἀλλὰ δόλιον τοίνυν.
δόλιον; ἥκιστά γε·
οὐ γὰρ δόλου νῦν ἔργον, ἀλλʼ ἁπλῶν τρόπων.
ἀλλʼ ἡγεμόνιον.
ἀλλʼ ὁ θεὸς ἤδη βλέπει,
ὥσθʼ ἡγεμόνος οὐδὲν δεησόμεσθʼ ἔτι.
ἐναγώνιος τοίνυν ἔσομαι. τί δῆτʼ ἐρεῖς;
Πλούτῳ γάρ ἐστι τοῦτο συμφορώτατον
ποιεῖν ἀγῶνας μουσικοὺς καὶ γυμνικούς.
ὡς ἀγαθόν ἐστʼ ἐπωνυμίας πολλὰς ἔχειν·
οὗτος γὰρ ἐξηύρηκεν αὑτῷ βιότιον.
οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες θαμὰ
σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν.
οὐκοῦν ἐπὶ τούτοις εἰσίω;
καὶ πλῦνέ γε
αὐτὸς προσελθὼν πρὸς τὸ φρέαρ τὰς κοιλίας,
ἵνʼ εὐθέως διακονικὸς εἶναι δοκῇς.

---

Aristophanes, Πλοῦτος, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg011.local001/.
