# Πλοῦτος 4.365-403b

Aristophanes, Πλοῦτος, Episode 4, lines 4.365-4.403b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-8/4.365

ὡς πολὺ μεθέστηχʼ ὧν πρότερον εἶχεν τρόπων.
μελαγχολᾷς ὦνθρωπε νὴ τὸν οὐρανόν.
ἀλλʼ οὐδὲ τὸ βλέμμʼ αὐτὸ κατὰ χώραν ἔχει,
ἀλλʼ ἐστὶν ἐπίδηλόν τι πεπανουργηκότι.
σὺ μὲν οἶδʼ ὃ κρώζεις· ὡς ἐμοῦ τι κεκλοφότος
ζητεῖς μεταλαβεῖν.
μεταλαβεῖν ζητῶ; τίνος;
τὸ δʼ ἐστὶν οὐ τοιοῦτον ἀλλʼ ἑτέρως ἔχον.
μῶν οὐ κέκλοφας ἀλλʼ ἥρπακας;
κακοδαιμονᾷς.
ἀλλʼ οὐδὲ μὴν ἀπεστέρηκάς γʼ οὐδένα;
ουʼ δῆτʼ ἔγωγʼ.
ὦ Ἡράκλεις, φέρε ποῖ τις ἂν
τράποιτο; τἀληθὲς γὰρ οὐκ ἐθέλει φράσαι.
κατηγορεῖς γὰρ πρὶν μαθεῖν τὸ πρᾶγμά μου.
ὦ τᾶν ἐγώ τοι τοῦτʼ ἀπὸ σμικροῦ πάνυ
ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν,
τὸ στόμʼ ἐπιβύσας κέρμασιν τῶν ῥητόρων.
καὶ μὴν φίλως γʼ ἄν μοι δοκεῖς νὴ τοὺς θεοὺς
τρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα.
ὁρῶ τινʼ ἐπὶ τοῦ βήματος καθεδούμενον
ἱκετηρίαν ἔχοντα μετὰ τῶν παιδίων
καὶ τῆς γυναικός, κουʼ διοίσοντʼ ἄντικρυς
τῶν Ἡρακλειδῶν οὐδʼ ὁτιοῦν τῶν Παμφίλου.
οὒκ ὦ κακόδαιμον, ἀλλὰ τοὺς χρηστοὺς μόνους
ἔγωγε καὶ τοὺς δεξιοὺς καὶ σώφρονας
ἀπαρτὶ πλουτῆσαι ποιήσω.
τί σὺ λέγεις;
οὕτω πάνυ πολλὰ κέκλοφας;
οἴμοι τῶν κακῶν,
ἀπολεῖς.
σὺ μὲν οὖν σεαυτόν, ὥς γʼ ἐμοὶ δοκεῖς.
ουʼ δῆτʼ, ἐπεὶ τὸν Πλοῦτον ὦ μόχθηρε σὺ
ἔχω.
σὺ Πλοῦτον; ποῖον;
αὐτὸν τὸν θεόν.
καὶ ποῦ ʼστιν;
ἔνδον.
ποῦ;
παρʼ ἐμοί.
παρὰ σοί;
πάνυ.
οὐκ ἐς κόρακας; Πλοῦτος παρὰ σοί;
νὴ τοὺς θεούς.
λὲγεις ἀληθῆ;
φημί.
πρὸς τῆς Ἑστίας;
νὴ τὸν Ποσειδῶ.
τὸν θαλάττιον λέγεις;
εἰ δʼ ἔστιν ἕτερός τις Ποσειδῶν, τὸν ἕτερον.
εἶτʼ οὐ διαπέμπεις καὶ πρὸς ἡμᾶς τοὺς φίλους;
οὐκ ἔστι πω τὰ πράγματʼ ἐν τούτῳ.
τί φῄς;
οὐ τῷ μεταδοῦναι;
μὰ Δία. δεῖ γὰρ πρῶτα
τί;
βλέψαι ποιῆσαι νώ—
τίνα βλέψαι; φράσον.
τὸν Πλοῦτον ὥσπερ πρότερον ἑνί γέ τῳ τρόπῳ.
τυφλὸς γὰρ ὄντως ἐστί;
νὴ τὸν οὐρανόν.

---

Aristophanes, Πλοῦτος, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg011.local001/.
