# Πλοῦτος 4.404-448

Aristophanes, Πλοῦτος, Episode 4, lines 4.404-4.448. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-8/4.404

οὐκ ἐτὸς ἄρʼ ὡς ἔμʼ ἦλθεν οὐδεπώποτε.
ἀλλʼ ἢν θεοὶ θέλωσι, νῦν ἀφίξεται.
οὔκουν ἰατρὸν εἰσάγειν ἐχρῆν τινά;
τίς δῆτʼ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει;
οὔτε γὰρ ὁ μισθὸς οὐδὲν ἔστʼ οὔθʼ ἡ τέχνη.
σκοπῶμεν.
ἀλλʼ οὐκ ἔστιν.
οὐδ ἐμοὶ δοκεῖ.
μὰ Δίʼ ἀλλʼ ὅπερ πάλαι παρεσκευαζόμην
ἐγώ, κατακλίνειν αὐτὸν εἰς Ἀσκληπιοῦ
κράτιστόν ἐστι.
πολὺ μὲν οὖν νὴ τοὺς θεούς.
μή νυν διάτριβʼ ἀλλʼ ἄνυε πράττων ἕν γέ τι.
καὶ δὴ βαδίζω.
σπεῦδέ νυν.
τοῦτʼ αὐτὸ δρῶ.
ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον
τολμῶντε δρᾶν ἀνθρωπαρίω κακοδαίμονε—
ποῖ ποῖ; τί φεύγετον; οὐ μενεῖτον;
Ἡράκλεις.
ἐγὼ γὰρ ὑμᾶς ἐξολῶ κακοὺς κακῶς·
τόλμημα γὰρ τολμᾶτον οὐκ ἀνασχετόν,
ἀλλʼ οἷον οὐδεὶς ἄλλος οὐδεπώποτε
οὔτε θεὸς οὔτʼ ἄνθρωπος· ὥστʼ ἀπολώλατον.
σὺ δʼ εἶ τίς; ὠχρὰ μὲν γὰρ εἶναί μοι δοκεῖς.
ἴσως Ἐρινύς ἐστιν ἐκ τραγῳδίας·
βλέπει γέ τοι μανικόν τι καὶ τραγῳδικόν.
ἀλλʼ οὐκ ἔχει γὰρ δᾷδας.
οὐκοῦν κλαύσεται.
ὄιεσθε δʼ εἶναι τίνα με;
πανδοκεύτριαν
ἢ λεκιθόπωλιν. οὐ γὰρ ἂν τοσουτονὶ
ἀνέκραγες ἡμῖν οὐδὲν ἠδικημένη.
ἄληθες; οὐ γὰρ δεινότατα δεδράκατον
ζητοῦντες ἐκ πάσης με χώρας ἐκβαλεῖν;
οὔκουν ὑπόλοιπον τὸ βάραθρόν σοι γίγνεται;
ἀλλʼ ἥτις εἶ λέγειν σʼ ἐχρῆν αὐτίκα μάλα.
ἣ σφὼ ποιήσω τήμερον δοῦναι δίκην
ἀνθʼ ὧν ἐμὲ ζητεῖτον ἐνθένδʼ ἀφανίσαι.
ἆρʼ ἐστὶν ἡ καπηλὶς ἡκ τῶν γειτόνων,
ἣ ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται;
Πενία μὲν οὖν, ἣ σφῷν ξυνοικῶ πόλλʼ ἔτη.
ἄναξ Ἄπολλον καὶ θεοί, ποῖ τις φύγῃ;
οὗτος τί δρᾷς; ὦ δειλότατον σὺ θηρίον·
οὐ παραμενεῖς;
ἥκιστα πάντων.
οὐ μενεῖς;
ἀλλʼ ἄνδρε δύο γυναῖκα φεύγομεν μίαν;
Πενία γάρ ἐστιν ὦ πόνηρʼ, ἧς οὐδαμοῦ
οὐδὲν πέφυκε ζῷον ἐξωλέστερον.
στῆθʼ, ἀντιβολῶ σε, στῆθι.
μὰ Δίʼ ἐγὼ μὲν οὔ.
καὶ μὴν λέγω, δεινότατον ἔργον παρὰ πολὺ
ἔργων ἁπάντων ἐργασόμεθʼ, εἰ τὸν θεὸν
ἔρημον ἀπολιπόντε ποι φευξούμεθα
τηνδὶ δεδιότε, μηδὲ διαμαχούμεθα.

---

Aristophanes, Πλοῦτος, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg011.local001/.
