Ancient Greek
Episode 4, lines 4.449-4.486
Aristophanes, Πλοῦτος 4.449-486
Not analysed yet
ποίοις ὅπλοισιν ἢ δυνάμει πεποιθότες;
ποῖον γὰρ οὐ θώρακα, ποίαν δʼ ἀσπίδα
οὐκ ἐνέχυρον τίθησιν ἡ μιαρωτάτη;
θάρρει· μόνος γὰρ ὁ θεὸς οὗτος οἶδʼ ὅτι
τροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων.
γρύζειν δὲ καὶ τολμᾶτον ὦ καθάρματε,
ἐπʼ αὐτοφώρῳ δεινὰ δρῶντʼ εἰλημμένω;
σὺ δʼ ὦ κάκιστʼ ἀπολουμένη τί λοιδορεῖ
ἡμῖν προσελθοῦσʼ οὐδʼ ὁτιοῦν ἀδικουμένη;
οὐδὲν γὰρ ὦ πρὸς τῶν θεῶν νομίζετε
ἀδικεῖν με τὸν Πλοῦτον ποιεῖν πειρωμένω
βλέψαι πάλιν;
τί οὖν ἀδικοῦμεν τοῦτό σε,
εἰ πᾶσιν ἀνθρώποισιν ἐκπορίζομεν
ἀγαθόν;
τί δʼ ἂν ὑμεῖς ἀγαθὸν ἐξεύροιθʼ;
ὅ τι;
σὲ πρῶτον ἐκβαλόντες ἐκ τῆς Ἑλλάδος.
ἔμʼ ἐκβαλόντες; καὶ τί ἂν νομίζετον
κακὸν ἐργάσασθαι μεῖζον ἀνθρώπους;
ὅ τι;
εἰ τοῦτο δρᾶν μέλλοντες ἐπιλαθοίμεθα.
καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον
τὸ πρῶτον αὐτοῦ· κἂν μὲν ἀποφήνω μόνην
ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ
ὑμῖν διʼ ἐμέ τε ζῶντας ὑμᾶς· εἰ δὲ μή,
ποιεῖτον ἤδη τοῦθʼ ὅ τι ἂν ὑμῖν δοκῇ.
ταυτὶ σὺ τολμᾷς ὦ μιαρωτάτη λέγειν;
καὶ σύ γε διδάσκου· πάνυ γὰρ οἶμαι ῥᾳδίως
ἅπανθʼ ἁμαρτάνοντά σʼ ἀποδείξειν ἐγώ,
εἰ τοὺς δικαίους φῂς ποιήσειν πλουσίους.
ὦ τύμπανα καὶ κύφωνες οὐκ ἀρήξετε;
οὐ δεῖ σχετλιάζειν καὶ βοᾶν πρὶν ἂν μάθῃς.
καὶ τίς δύναιτʼ ἂν μὴ βοᾶν ἰοὺ ἰοὺ
τοιαῦτʼ ἀκούων;
ὅστις ἐστὶν εὖ φρονῶν.
τί δῆτά σοι τίμημʼ ἐπιγράψω τῇ δίκῃ,
ἐὰν ἁλῷς;
ὅ τι σοι δοκεῖ.
καλῶς λέγεις.
τὸ γὰρ αὔτʼ, ἐὰν ἡττᾶσθε, καὶ σφὼ δεῖ παθεῖν.
ἱκανοὺς νομίζεις δῆτα θανάτους εἴκοσιν;
ταύτῃ γε· νῷν δὲ δὔ ἀποχρήσουσιν μόνω.
οὐκ ἂν φθάνοιτον τοῦτο πράττοντʼ, ἢ τί γʼ ἂν
ἔχοι τις ἂν δίκαιον ἀντειπεῖν ἔτι;