# Πλοῦτος 5.2.583-597

Aristophanes, Πλοῦτος, Agon 5, lines 5.2.583-5.2.597. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-8/5.2.583

εἰ γὰρ ἐπλούτει, πῶς ἂν ποιῶν τὸν Ὀλυμπικὸν αὐτὸς ἀγῶνα
ἵνα τοὺς Ἕλληνας ἅπαντας ἀεὶ διʼ ἔτους πέμπτου ξυναγείρει,
ἀνεκήρυττεν τῶν ἀσκητῶν τοὺς νικῶντας στεφανώσας
κοτίνου στεφάνῳ; καίτοι χρυσῷ μᾶλλον ἐχρῆν, εἴπερ ἐπλούτει.
οὐκοῦν τούτῳ δήπου δηλοῖ τιμῶν τὸν Πλοῦτον ἐκεῖνος·
φειδόμενος γὰρ καὶ βουλόμενος τούτου μηδὲν δαπανᾶσθαι,
λήροις ἀναδῶν τοὺς νικῶντας τὸν Πλοῦτον ἐᾷ παρʼ ἑαυτῷ.
πολὺ τῆς Πενίας πρᾶγμʼ αἴσχιον ζητεῖς αὐτῷ περιάψαι,
εἰ πλούσιος ὢν ἀνελεύθερός ἐσθʼ οὑτωσὶ καὶ φιλοκερδής.
ἀλλὰ σέ γʼ ὁ Ζεὺς ἐξολέσειεν κοτίνου στεφάνῳ στεφανώσας.
τὸ γὰρ ἀντιλέγειν τολμᾶν ὑμᾶς ὡς οὐ πάντʼ ἔστʼ ἀγάθʼ ὑμῖν
διὰ τὴν Πενίαν.
παρὰ τῆς Ἑκάτης ἔξεστιν τοῦτο πυθέσθαι,
εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν βέλτιον. φησὶ γὰρ αὕτη
τοὺς μὲν ἔχοντας καὶ πλουτοῦντας δεῖπνον κατὰ μῆνʼ ἀποπέμπειν,
τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι.

---

Aristophanes, Πλοῦτος, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg011.local001/.
