# Πλοῦτος 5.3

Aristophanes, Πλοῦτος, Agon 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-8/5.3

ἀλλὰ φθείρου καὶ μὴ γρύξῃς
ἔτι μηδʼ ὁτιοῦν.
οὐ γὰρ πείσεις, οὐδʼ ἢν πείσῃς.
ὦ πόλις Ἄργους, κλύεθʼ οἷα λέγει.
Παύσωνα κάλει τὸν ξύσσιτον.
τί πάθω τλήμων;
ἔρρʼ ἐς κόρακας θᾶττον ἀφʼ ἡμῶν.
εἶμι δὲ ποῖ γῆς;
ἐς τὸν κύφωνʼ· ἀλλʼ οὐ μέλλειν
χρῆν σʼ, ἀλλʼ ἀνύειν.
ἦ μὴν ὑμεῖς γʼ ἔτι μʼ ἐνταυθοῖ
μεταπέμψεσθον.
τότε νοστήσεις· νῦν δὲ φθείρου.
κρεῖττον γάρ μοι πλουτεῖν ἐστίν,
σὲ δʼ ἐᾶν κλάειν μακρὰ τὴν κεφαλήν.
νὴ Δίʼ ἐγὼ γοῦν ἐθέλω πλουτῶν
εὐωχεῖσθαι μετὰ τῶν παίδων
τῆς τε γυναικός, καὶ λουσάμενος
λιπαρὸς χωρῶν ἐκ βαλανείου
τῶν χειροτεχνῶν
καὶ τῆς Πενίας καταπαρδεῖν.

---

Aristophanes, Πλοῦτος, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg011.local001/.
