# Πλοῦτος 9.802-843

Aristophanes, Πλοῦτος, Episode 9, lines 9.802-9.843. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-8/9.802

ὡς ἡδὺ πράττειν ὦνδρές ἐστʼ εὐδαιμόνως,
καὶ ταῦτα μηδὲν ἐξενεγκόντʼ οἴκοθεν.
ἡμῖν γὰρ ἀγαθῶν σωρὸς ἐς τὴν οἰκίαν
ἐπεσπέπαικεν οὐδὲν ἠδικηκόσιν.
ἡ μὲν σιπύη μεστή ʼστι λευκῶν ἀλφίτων,
οἱ δʼ ἀμφορῆς οἴνου μέλανος ἀνθοσμίου.
ἅπαντα δʼ ἡμῖν ἀργυρίου καὶ χρυσίου
τὰ σκευάρια πλήρη ʼστίν, ὥστε θαυμάσαι.
τὸ φρέαρ δʼ ἐλαίου μεστόν· αἱ δὲ λήκυθοι
μύρου γέμουσι, τὸ δʼ ὑπερῷον ἰσχάδων.
ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα
χαλκῆ γέγονε· τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς
τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθʼ ὁρᾶν.
ὁ δʼ ἰπνὸς γέγονʼ ἡμῖν ἐξαπίνης ἐλεφάντινος.
στατῆρσι δʼ οἱ θεράποντες ἀρτιάζομεν
χρυσοῖς· ἀποψώμεσθα δʼ οὐ λίθοις ἔτι,
ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῆς ἑκάστοτε.
καὶ νῦν ὁ δεσπότης μὲν ἔνδον βουθυτεῖ
ὗν καὶ τράγον καὶ κριὸν ἐστεφανωμένος·
ἐμὲ δʼ ἐξέπεμψεν ὁ καπνός. οὐχ οἷός τε γὰρ
ἔνδον μένειν ἦν. ἔδακνε γὰρ τὰ βλέφαρά μου.
ἕπου μετʼ ἐμοῦ παιδάριον, ἵνα πρὸς τὸν θεὸν
ἴωμεν.
ἔα τίς ἔσθʼ ὁ προσιὼν οὑτοσί;
ἀνὴρ πρότερον μὲν ἄθλιος, νῦν δʼ εὐτυχής.
δῆλον ὅτι τῶν χρηστῶν τις, ὡς ἔοικας, εἶ.
μάλιστʼ.
ἔπειτα τοῦ δέει;
πρὸς τὸν θεὸν
ἥκω· μεγάλων γάρ μοὐστὶν ἀγαθῶν αἴτιος.
ἐγὼ γὰρ ἱκανὴν οὐσίαν παρὰ τοῦ πατρὸς
λαβὼν ἐπήρκουν τοῖς δεομένοις τῶν φίλων,
εἶναι νομίζων χρήσιμον πρὸς τὸν βίον.
ἦ πού σε ταχέως ἐπέλιπεν τὰ χρήματα.
κομιδῇ μὲν οὖν.
οὐκοῦν μετὰ ταῦτʼ ἦσθʼ ἄθλιος.
κομιδῇ μὲν οὖν. κἀγὼ μὲν ᾤμην οὓς τέως
εὐηργέτησα δεομένους ἕξειν φίλους
ὄντως βεβαίους, εἰ δεηθείην ποτέ·
οἱ δʼ ἐξετρέποντο κοὐκ ἐδόκουν ὁρᾶν μʼ ἔτι.
καὶ κατεγέλων δʼ εὖ οἶδʼ ὅτι.
κομιδῇ μὲν οὖν·
αὐχμὸς γὰρ ὢν τῶν σκευαρίων μʼ ἀπώλεσεν.
ἀλλʼ οὐχὶ νῦν.
ἀνθʼ ὧν ἐγὼ πρὸς τὸν θεὸν
προσευξόμενος ἥκω δικαίως ἐνθάδε.
τὸ τριβώνιον δὲ τί δύναται πρὸς τῶν θεῶν,
ὃ φέρει μετὰ σοῦ τὸ παιδάριον τουτί; φράσον.

---

Aristophanes, Πλοῦτος, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg011.local001/.
