Ancient Greek · ~7 min
Episode 9, lines 9.844-9.887
Aristophanes, Πλοῦτος 9.844-887
Not analysed yet
καὶ τοῦτʼ ἀναθήσων ἔρχομαι πρὸς τὸν θεόν.
μῶν οὖν ἐμυήθης δῆτʼ ἐν αὐτῷ τὰ μεγάλα;
οὐκ ἀλλʼ ἐνερρίγωσʼ ἔτη τριακαίδεκα.
τὰ δʼ ἐμβάδια;
καὶ ταῦτα συνεχειμάζετο.
καὶ ταῦτʼ ἀναθήσων ἔφερες οὖν;
νὴ τὸν Δία.
χαρίεντά γʼ ἥκεις δῶρα τῷ θεῷ φέρων.
οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος,
καὶ κακοδαίμων καὶ τετράκις καὶ πεντάκις
καὶ δωδεκάκις καὶ μυριάκις· ἰοὺ ἰού.
οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι.
Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι,
τί ποτʼ ἐστὶν ὅ τι πέπονθεν ἅνθρωπος κακόν;
οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα,
ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίας
διὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸν
πάλιν αὖθις, ἤνπερ μὴ ʼλλίπωσιν αἱ δίκαι;
ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ.
προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ,
ἔοικε δʼ εἶναι τοῦ πονηροῦ κόμματος.
νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται.
ποῦ ποῦ ʼσθʼ ὁ μόνος ἅπαντας ἡμᾶς πλουσίους
ὑποσχόμενος οὗτος ποιήσειν εὐθέως,
εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς; ὁ δὲ
πολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς.
καὶ τίνα δέδρακε δῆτα τοῦτʼ;
ἐμὲ τουτονί.
ἦ τῶν πονηρῶν ἦσθα καὶ τοιχωρύχων;
μὰ Δίʼ οὐ μὲν οὖν ἔσθʼ ὑγιὲς ὑμῶν οὐδενός,
κοὐκ ἔσθʼ ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα.
ὡς σοβαρὸς ὦ Δάματερ εἰσελήλυθεν
ὁ συκοφάντης. δῆλον ὅτι βουλιμιᾷ.
σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις·
ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ σʼ ἐκεῖ στρεβλούμενον
εἰπεῖν ἃ πεπανούργηκας.
οἰμώξἄρα σύ.
νὴ τὸν Δία τὸν σωτῆρα πολλοῦ γʼ ἄξιος
ἅπασι τοῖς Ἕλλησιν ὁ θεός ἐσθʼ ὅτι
τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς.
οἴμοι τάλας· μῶν καὶ σὺ μετέχων καταγελᾷς;
ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί;
ἐχθὲς δʼ ἔχοντʼ εἶδόν σʼ ἐγὼ τριβώνιον.
οὐδὲν προτιμῶ σου. φορῶ γὰρ πριάμενος
τὸν δακτύλιον τονδὶ παρʼ Εὐδάμου δραχμῆς.
†ἀλλʼ οὐκ ἔνεστι συκοφάντου δήγματος. †
ἆρʼ οὐχ ὕβρις ταῦτʼ ἐστὶ πολλή; σκώπτετον,
ὅ τι δὲ ποιεῖτον ἐνθάδʼ οὐκ εἰρήκατον.