# Πλοῦτος 9.888-927b

Aristophanes, Πλοῦτος, Episode 9, lines 9.888-9.927b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-8/9.888

οὐκ ἐπʼ ἀγαθῷ γὰρ ἐνθάδʼ ἐστὸν οὐδενί.
μὰ τὸν Δίʼ οὔκουν τῷ γε σῷ, σάφʼ ἴσθʼ ὅτι.
ἀπὸ τῶν ἐμῶν γὰρ ναὶ μὰ Δία δειπνήσετον.
ὡς δὴ ʼπʼ ἀληθείᾳ σὺ μετὰ τοῦ μάρτυρος
διαρραγείης μηδενός γʼ ἐμπλήμενος.
ἀρνεῖσθον; ἔνδον ἐστὶν ὦ μιαρωτάτω
πολὺ χρῆμα τεμαχῶν καὶ κρεῶν ὠπτημένων.
ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ.
κακόδαιμον ὀσφραίνει τι;
τοῦ ψύχους γʼ ἴσως
ἐπεὶ τοιοῦτόν γʼ ἀμπέχεται τριβώνιον.
ταῦτʼ οὖν ἀνασχέτʼ ἐστὶν ὦ Ζεῦ καὶ θεοί,
τούτους ὑβρίζειν εἰς ἔμʼ; οἴμʼ ὡς ἄχθομαι
ὅτι χρηστὸς ὢν καὶ φιλόπολις πάσχω κακῶς.
σὺ φιλόπολις καὶ χρηστός;
ὡς οὐδείς γʼ ἀνήρ.
καὶ μὴν ἐπερωτηθεὶς ἀπόκριναί μοι.
τὸ τί;
γεωργὸς εἶ;
μελαγχολᾶν μʼ οὕτως οἴει;
ἀλλʼ ἔμπορος;
ναί, σκήπτομαί γʼ, ὅταν τύχω.
τί δαί; τέχνην τινʼ ἔμαθες;
οὐ μὰ τὸν Δία.
πῶς οὖν διέζης ἢ πόθεν μηδὲν ποιῶν;
τῶν τῆς πόλεώς εἰμʼ ἐπιμελητὴς πραγμάτων
καὶ τῶν ἰδίων πάντων.
σύ; τί μαθών;
βούλομαι.
πῶς οὖν ἂν εἴης χρηστὸς ὦ τοιχωρύχε,
εἴ σοι προσῆκον μηδὲν εἶτʼ ἀπεχθάνει;
οὐ γὰρ προσήκει τὴν ἐμαυτοῦ μοι πόλιν
εὐεργετεῖν ὦ κέπφε καθʼ ὅσον ἂν σθένω;
εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν;
τὸ μὲν οὖν βοηθεῖν τοῖς νόμοις τοῖς κειμένοις
καὶ μὴ ʼπιτρέπειν ἐάν τις ἐξαμαρτάνῃ.
οὔκουν δικαστὰς ἐξεπίτηδες ἡ πόλις
ἄρχειν καθίστησιν;
κατηγορεῖ δὲ τίς;
ὁ βουλόμενος.
οὐκοῦν ἐκεῖνός εἰμʼ ἐγώ,
ὥστʼ εἰς ἔμʼ ἥκει τῆς πόλεως τὰ πράγματα.
νὴ Δία πονηρόν γʼ ἆρα προστάτην ἔχει.
ἐκεῖνο δʼ οὐ βούλοιʼ ἄν, ἡσυχίαν ἔχων
ζῆν ἀργός;
ἀλλὰ προβατίου βίον λέγεις,
εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ.
οὐδʼ ἂν μεταμάθοις;
οὐδʼ ἂν εἰ δοίης γέ μοι
τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον.
κατάθου ταχέως θοἰμάτιον.
οὗτος, σοὶ λέγει.
ἔπειθʼ ὑπόλυσαι.
ταῦτα πάντα σοὶ λέγει.

---

Aristophanes, Πλοῦτος, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg011.local001/.
