# Βάτραχοι 6.783-813

Aristophanes, Βάτραχοι, Episode 6, lines 6.783-6.813. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-9/6.783

ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.
τί δῆθʼ ὁ Πλούτων δρᾶν παρασκευάζεται;
ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν
κἄλεγχον αὐτῶν τῆς τέχνης.
κἄπειτα πῶς
οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;
μὰ Δίʼ οὐκ ἐκεῖνος, ἀλλʼ ἔκυσε μὲν Αἰσχύλον,
ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν,
κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου·
νυνὶ δʼ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης,
ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ,
ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνης
διαγωνιεῖσθʼ ἔφασκε πρός γʼ Εὐριπίδην.
τὸ χρῆμʼ ἄρʼ ἔσται;
νὴ Δίʼ ὀλίγον ὕστερον.
κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται.
καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται—
τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;
καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν
καὶ πλαίσια ξύμπτυκτα—
πλινθεύσουσι γάρ;
καὶ διαμέτρους καὶ σφῆνας. ὁ γὰρ Εὐριπίδης
κατʼ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας.
ἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν.
ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω.
κρινεῖ δὲ δὴ τίς ταῦτα;
τοῦτʼ ἦν δύσκολον·
σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην.
οὔτε γὰρ Ἀθηναίοισι συνέβαινʼ Αἰσχύλος—
πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους.
λῆρόν τε τἄλλʼ ἡγεῖτο τοῦ γνῶναι πέρι
φύσεις ποιητῶν· εἶτα τῷ σῷ δεσπότῃ
ἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν.
ἀλλʼ εἰσίωμεν· ὡς ὅταν γʼ οἱ δεσπόται
ἐσπουδάκωσι, κλαύμαθʼ ἡμῖν γίγνεται.

---

Aristophanes, Βάτραχοι, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg009.local001/.
