# Βάτραχοι 9.4

Aristophanes, Βάτραχοι, Agon 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-9/9.4

τοιαῦτα μέντοὐγὼ φρονεῖν
τούτοισιν εἰσηγησάμην,
λογισμὸν ἐνθεὶς τῇ τέχνῃ
καὶ σκέψιν, ὥστʼ ἤδη νοεῖν
ἅπαντα καὶ διειδέναι
τά τʼ ἄλλα καὶ τὰς οἰκίας
οἰκεῖν ἄμεινον ἢ πρὸ τοῦ
κἀνασκοπεῖν, πῶς τοῦτʼ ἔχει;
ποῦ μοι τοδί; τίς τοῦτʼ ἔλαβε;
νὴ τοὺς θεοὺς νῦν γοῦν Ἀθηναίων
ἅπας τις εἰσιὼν
κέκραγε πρὸς τοὺς οἰκέτας
ζητεῖ τε, ποῦ ʼστιν ἡ χύτρα;
τίς τὴν κεφαλὴν ἀπεδήδοκεν
τῆς μαινίδος; τὸ τρύβλιον
τὸ περυσινὸν τέθνηκέ μοι·
ποῦ τὸ σκόροδον τὸ χθιζινόν;
τίς τῆς ἐλάας παρέτραγεν;
τέως δʼ ἀβελτερώτατοι
κεχηνότες Μαμμάκυθοι
Μελιτίδαι καθῆντο.

---

Aristophanes, Βάτραχοι, ed. F. W. Hall, W. M. Geldart. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg009.local001/.
