# Fragmenta 3-5

Aristophon, Fragmenta, Play Pyth, lines 3-5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristophon-comic/fragmenta/3

Πρὸς τῶν θεῶν οἰόμεθα, τοὺς πάλαι ποτέ
τοὺς Πυθαγοριστὰς γενομένους οὕτως ῥυπᾶν
ἑκόντας, ἢ φορεῖν τρίβωνας ἡδέως;
οὐκ ἔστι τούτων οὐδέν, ὡς ἐμοὶ δοκεῖ·
ἀλλ' ἐξ ἀνάγκης, οὐκ ἔχοντες οὐδὲ ἕν,
τῆς εὐτελείας πρόφασιν εὑρόντες καλήν
ὅρους ἔπηξαν τοῖς πένησι χρησίμους.
ἐπεὶ παράθες αὐτοῖσιν ἰχθῦς ἢ κρέας,
κἂν μὴ κατεσθίωσι καὶ τοὺς δακτύλους,
ἐθέλω κρέμασθαι δεκάκις.
Ἔφη τε καταβὰς εἰς δίαιταν τῶν κάτω
ἰδεῖν ἑκάστους, διαφέρειν δὲ πάμπολυ
τοὺς Πυθαγοριστὰς τῶν νεκρῶν· μόνοισι γάρ
τούτοισι τὸν Πλούτωνα συσσιτεῖν ἔφη,
δι' εὐσέβειαν. Β. εὐχερῆ θεὸν λέγεις,
εἰ τοῖς ῥύπου μεστοῖσιν ἥδεται ξυνών. * * * *
Ἐσθίουσι δέ
λάχανά τε καὶ πίνουσιν ἐπὶ τούτοις ὕδωρ·
φθεῖρας δὲ καὶ τρίβωνα τήν τ' ἀλουσίαν
οὐδεὶς ἂν ὑπομείνειε τῶν νεωτέρων.

---

Aristophon Comic., Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0421.tlg002.local001/.
