# Analytica priora 1.8-2

Aristotle, Analytica priora, Book posteriora, Part 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/analytica-priora/1.8-2

Φανερὸν δὲ καὶ ἐὰν ὦσιν αἱ προτάσεις καθόλου ἐξ ὧν ὁ συλλογισμός, ὅτι ἀνάγκη καὶ τὸ συμπέρασμα ἀΐδιον εἶναι τῆς τοιαύτης ἀποδείξεως καὶ τῆς ἁπλῶς εἰπεῖν ἀποδείξεως. οὐκ ἔστιν ἄρα ἀπόδειξις τῶν φθαρτῶν οὐδ᾿ ἐπιστήμη ἁπλῶς, ἀλλ᾿ οὕτως ὥσπερ κατὰ συμβεβηκός, ὅτι οὐ καθόλου αὐτοῦ ἐστὶν ἀλλὰ ποτὲ καὶ πῶς. Ὅταν δ᾿ ᾖ, ἀνάγκη τὴν ἑτέραν μὴ καθόλου εἶναι πρότασιν καὶ φθαρτήν, φθαρτὴν μὲν ὅτι καὶ τὸ συμπέρασμα οὔσης, μὴ καθόλου δὲ ὅτι ᾧ μὲν ἔσται ᾧ δ᾿ οὐκ ἔσται ἐφ᾿ ὧν, ὥστ᾿ οὐκ ἔστι συλλογίσασθαι καθόλου, ἀλλ᾿ ὅτι νῦν. Ὁμοίως δ᾿ ἔχει καὶ περὶ ὁρισμούς, ἐπείπερ ἐστὶν ὁ ὁρισμὸς ἢ ἀρχὴ ἀποδείξεως ἢ ἀπόδειξις θέσει διαφέρουσα ἢ συμπέρασμά τι ἀποδείξεως. Αἱ δὲ τῶν πολλάκις γινομένων ἀποδείξεις καὶ ἐπιστῆμαι, οἷον σελήνης ἐκλείψεως, δῆλον ὅτι ᾗ μὲν τοιαίδ᾿ εἰσίν, ἀεί εἰσιν, ᾗ δ᾿ οὐκ ἀεί, κατὰ μέρος εἰσίν. Ὥσπερ δ᾿ ἡ ἔκλειψις, ὡσαύτως τοῖς ἄλλοις.

---

Aristotle, Analytica priora, ed. Immanuel Bekker. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg001.local001/.
