# De anima (codicis E fragmenta recensionis a vulgata diversae) II.1

Aristotle, De anima (codicis E fragmenta recensionis a vulgata diversae), II. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/de-anima-codicis-e-fragmenta-recensionis-a-vulgata-diversae/II.1

lib. II, 414b13—416a9 ὁ δὲ χυμός ὥσπερ ἥδυσμα τούτοις ἐστίν· διόπερ ὅσα ἔχει τῶν ζῴων ἁφήν, πᾶσιν ὑπάρχει καὶ ὄρεξις. πεςρὶ δὲ φαντασίας ἄδηλον, καὶ ὕστερον ἐπισκεπτέον. ἐνίοις δὲ ταῦτά τε ὑπάρχει καὶ τὸ κατὰ τόπον κινητικόν, τοῖς δʼ ἔτι πρὸς τούτοις διάνοια καὶ νοῦς, οἷον ἀνθρώπῳ καὶ εἴ τι ἄλλο ζῷον ἕτερόν ἐστι τοιοῦτον ἢ καὶ τιμιώτερον. δῆλον οὖν ὡς ὁμοίως σχήματος καὶ ψυχῆς εἷς ἂν εἴη λόγος. οὔτε γὰρ ἐκεῖ σχῆμα παρὰ τρίγωνον ἔστι καὶ τὰ ἐφεξῆς, οὔτ᾿ ἐνταῦθα ψυχὴ παρὰ τὰς εἰρημένας. γένοιτο δʼ ἂν καὶ ἐπὶ τῶν σχημάτων λόγος ὃς ἐφαρμόσει πᾶσιν, οὐκ ἔσται μέντοι ἴδιος οὐθενὸς σχήματος. ὁμοίως δὲ καὶ ἐπὶ ταῖς εἰρημέναις ψυχαῖς. διὸ γελοῖον ζητεῖν τὸν κοινὸν λόγον καὶ ἐπʼ ἄλ- λων καὶ ἐπὶ τούτων, ὃς οὐκ ἔσται οὐθενὸς τῶν ὄντων ἴδιος, οὐδὲ κατὰ τὸ οἰκεῖον καὶ ἄτομον εἶδος, τὸν τοιοῦτον ἀφέντας. παραπλησίως δὲ ὥσπερ καὶ ἐπὶ τῶν σχημάτων, ἔχει καὶ τὰ περὶ τὴν ψυχήν· ἀεὶ γὰρ ἐν τῷ ἐφεξῆς ὑπάρχει δυνάμει τὸ πρότερον ἐπί τε τῶν σχημάτων καὶ ἐπὶ τῶν ἐμψύχων, λέγω δʼ ὥσπερ ἐν τετραγώνῳ μὲν τρίγωνον, ἐν αἰσθητικῷ δὲ τὸ θρεπτικόν. ὥστε καὶ καθʼ ἕκαστον δεῖ ζητεῖν τίς ἡ ἑκάστου ψυχή, οἷον τίς φυτοῦ καὶ τίς ἀνθρώπου καὶ τίς θηρίου. διὰ τίνα δʼ αἰτίαν τῷ ἐφεξῆς οὕτως ἔχουσι, σκεπτέον. ἄνευ μὲν γὰρ τοῦ θρεπτικοῦ οὐθέν ἐστιν αἰσθητικόν· τοῦ δʼ αἰσθητικοῦ χωρίζεται τὸ θρεπτικόν, οἷον ἐν τοῖς φυτοῖς. πάλιν δʼ ἄνευ τοῦ ἁπτικοῦ οὐδεμία τῶν ἄλλων αἰσθήσεων, ἁφὴ δʼ ἄνευ τῶν ἄλλων ὑπάρχει· πολλὰ γὰρ ἔστι τῶν ζῴων, ἃ οὔτʼ ὄψιν ἔχει οὔτʼ ἀκοήν. καὶ τῶν αἰσθητικῶν δὲ κίνησις τοῖς μὲν ὑπάρχει τοῖς δʼ οὐχ ὑπάρχει· τελευταῖον δὲ διάνοια καὶ λογισμός· οἶς μὲν γὰρ ὑπάρχει λογισμός, καὶ τῶν ἄλλων ἕκαστον· τῶν εἰρημένων, οἷς δʼ ἐκείνων ἕκαστον, οὐ πᾶσιν ὑπάρχει λογισμός. ἀλλὰ τὰ μὲν οὐδὲ φαντασίαν ἔχει τὰ δὲ ταύτην μόνον. ὅτι μὲν οὖν ὁ περὶ τούτων ἑκάστου λόγος οἰκειότατος περὶ ψυχῆς ἐστι, δῆλον. Ἀνάγκη δὲ τὸν περὶ τούτων μέλλοντα πραγματεύεσθαι λαβεῖν τί ἕκαστον αὐτῶν ἐστιν, εἶθ᾿ οὕτω περὶ τῶν ἐχομένων καὶ τῶν ἄλλων ποιεῖσθαι τὴν ἐπίσκεψιν. εἰ δὲ δεῖ λέγειν τί ἕκαστον, οἷον τί τὸ νοητικὸν ἢ τί τὸ αἰσθητικὸν ἢ θρεπτικόν, πρότερον λεκτέον τί τὸ νοεῖν καὶ τί τὸ αἰσθάνεσθαι· αἱ γὰρ πράξεις καὶ αἱ ἐνέργειαι πρότεραι κατὰ τὸν λόγον εἰσὶ τῶν δυνάμεων. ἀλλὰ μὴν εἴ γε ταῦτα, πρότερον ἔτι τούτων διοριστέον τὰ ἀντικείμενα, οἷον περὶ τροφῆς καὶ αἰ- σθητοῦ καὶ νοητοῦ, διὰ τὴν αὐτὴν αἰτίαν. ὥστε πρῶτον περὶ τροφῆς καὶ γεννήσεως λεκτέον· αὕτη γὰρ ἡ ψυχὴ καὶ τοῖς ἄλλοις ὑπάρχει πρώτη καὶ κοινοτάτη, ψυχῆς δʼ ἐστὶ δύναμις καθʼ ἣν ὑπάρχει τὸ ζῆν πᾶσιν. ἧς ἔργον ἐστὶ γέννησις καὶ τὸ χρῆσθαι τροφῇ· τοῦτο γὰρ ἔργον μάλιστα φυσικὸν πᾶσι τοῖς ζῶσιν, ὅσα μὴ ἀτελῆ ἢ πηρώματά ἐστιν ἢ αὐτόματον ἔχει τὴν γένεσιν, τὸ ποιῆσαι οἶον αὐτὸ ἕτερον, ζῷον μὲν ζῷα, φυτὸν δὲ φυτά, ἵνα τοῦ ἀεὶ καὶ τοῦ θείου μετέχῃ ἕκαστον ὃν δύναται τρόπον· πάντα γὰρ ἐκείνου ὀρέγεται, κἀκείνου ἕνεκα πράττει ὅσα πράττει κατὰ φύσιν. τὸ γὰρ οὗ ἕνεκα διττόν, τὸ μὲν οὗ, τὸ δὲ ᾧ· ἐπεὶ οὖν οὐ τῇ συνεχείᾳ τοῦ ἀεὶ καὶ τοῦ θείου δύναται κοινωνεῖν (οὐ γὰρ ἐνδέχεται τὸ αὐτὸ ἀεὶ ἀριθμῷ εἶναι οὐθὲν τῶν φθαρτῶν), ὃν τρόπον ἐπιβάλλει, τοῦτον ἕκαστον θιγγάνει, τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον· καὶ διαμένει οὐκ αὐτό, ἀλλʼ οἷον αὐτό, ἀριθμῷ μὲν οὐχ ἕν, εἴδει δʼ ἕν. ἔστι δʼ ἡ ψυχὴ ἀρχὴ τοῦ ζῶντος σώματος, ἀλλʼ ἡ ἀρχὴ καὶ τὸ αἴτιον λέγεται πολλαχῶς. ὁμοίως δʼ ἡ ψυχὴ τούς τρεῖς τρόπους αἰτία τοὺς διωρισμένους· καὶ γὰρ ὅθεν ἡ κίνησις καὶ οὗ ἕνεκα καὶ ὡς οὐσία τῶν ἐμψύχων σωμάτων ἐστὶν ἡ ψυχή. ὅτι μὲν οὖν ὡς οὐσία δῆλον· τοῦ γὰρ εἶναι ἡ οὐσία αἴτιον πᾶσι, τὸ δὲ ζῆν τοῖς ζῶσι τὸ εἶναί ἐστιν, αἰτία δὲ καὶ ἀρχὴ ἡ ψυχὴ τούτου ἐστίν. φανερὸν δὲ καὶ ὡς τὸ οὗ ἕνεκα ἡ ψνχή· καὶ γάρ ἡ φύσις ἕνεκά του ποιεῖ, ὥσπερ ὁ νοῦς, καὶ τοῦτʼ ἐστὶν αὐτῆς τὸ τέλος. καὶ ἡ ψυχὴ τοιοῦτον ἐν τοῖς κατὰ φύσιν, καὶ πᾶν τό σῶμα ὄργανον τῇ ψυχῇ· ὥσπερ δὲ τὸ τῶν ζῴων, καὶ τὸ τῶν φυτῶν. ἀλλὰ μὴν καὶ ὅθεν ἡ κίνησις πρῶτον ἡ κατὰ τόπον, τοῦτό ἐστι ψυχή· ἀλλʼ οὐ πᾶσι τοῖς ζῴοις ἡ τοιαύτη ὑπάρχει δύναμις· ἔτι δʼ ἀλλοίωσις καὶ αὔξησις κατὰ ψυχήν. ἡ μὲν γὰρ αἴσθησις δοκεῖ τις ἀλλοίωσις εἶναι, μὴ ἔχον δὲ ψυχὴν οὐθὲν ἂν αἴσθοιτο. ὁμοίως δὲ καὶ περὶ αὐξήσεως καὶ φθίσεως ἔχει· οὐθὲν γὰρ αὐξάνεται οὐδὲ φθίνει φυσικῶς μὴ τρεφόμενον, οὐδὲ τρέφεται μὴ ζωῆς μετέχον. ἀλλὰ τοῦτο Ἐμπεδοκλῆς οὐκ εἴρηκεν ἀρθῶς, προστιθεὶς τὴν αὔξησιν συμβαίνειν τοῖς φυτοῖς κάτω μὲν διὰ τὸ τὴν γῆν φύσει οὕτω φέρεσθαι, ἄνω δὲ διὰ τὸ τὸ πῦρ. οὔτε γὰρ τὸ κάτω καὶ ἄνω λαμβάνει ὀρθῶς· οὐ γὰρ τὸ αὐτὸ ἑκάστου τὸ ἄνω καὶ τὸ κάτω καὶ τοῦ παντός, ἀλλʼ ὡς ἡ κεφαλὴ τῶν ζῴων, οὕτως ἡ ῥίζα τῶν φυτῶν ἐστιν· τὸ δὲ αὐτὸ δεῖ λέγειν ὅργανον, ὧν ἂν ᾗ τὸ αὐτὸ ἔργον. ἔτι δὲ τί τὸ συνέχον εἰς τἀναντία φερομένων; τοῦτο γὰρ αἴτιον τὸ τῆς αὐξήσεως καὶ τροφῆς· εἰ δὲ μή, οὐθὲν κωλύσει δι — —.

---

Aristotle, De anima (codicis E fragmenta recensionis a vulgata diversae), ed. W. D. Ross. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg052.local001/.
