# De interpretatione 4

Aristotle, De interpretatione, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/de-interpretatione/4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristotle/de-interpretatione/4
CTS URN: urn:cts:greekLit:tlg0086.tlg017:4

Λόγος δέ ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην, ἧς τῶν μερῶν τι σημαντικόν ἐστι κεχωρισμένον, ὡς φάσις, ἀλλ᾿ οὐχ ὡς κατάφασις ἢ ἀπόφασις. Λέγω δέ, οἷον ἄνθρωπος σημαίνει μέν τι, ἀλλ᾿ οὐχ ὅτι ἔστιν ἢ οὐκ ἔστιν· ἀλλ᾿ ἔσται κατάφασις ἢ ἀπόφασις, ἐάν τι προστεθῇ. Ἀλλ᾿ οὐχὶ τοῦ ἀνθρώπου συλλαβὴ μία. Οὐδὲ γὰρ ἐν τῷ μῦς τὸ ῦς σημαντικόν, ἀλλὰ φωνή ἐστι νῦν μόνον. Ἐν δὲ τοῖς διπλοῖς σημαίνει μέν, ἀλλ᾿ οὐ καθ᾿ αὑτό, ὡς προείρηται. Ἔστι δὲ λόγος ἅπας μὲν σημαντικός, οὐχ ὡς ὄργανον δέ, ἀλλ᾿ ὡς προείρηται, κατὰ συνθήκην. Ἀποφαντικὸς δὲ οὐ πᾶς, ἀλλ᾿ ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει. Οὐκ ἐν ἅπασι δὲ ὑπάρχει, οἷον ἡ εὐχὴ λόγος μέν, ἀλλ᾿ οὔτε ἀληθὴς οὔτε ψευδής. Οἱ μὲν οὖν ἄλλοι ἀφείσθωσαν· ῥητορικῆς γὰρ ἢ ποιητικῆς οἰκειοτέρα ἡ σκέψις· ὁ δὲ ἀποφαντικὸς τῆς νῦν θεωρίας.

---

Aristotle, De interpretatione, ed. Immanuel Bekker. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg017.local001/.
